<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="4"><p rend="indent">δʼ. Ἦν δέ τις ἐν Σμύρνῃ τοῦτον τὸν χρόνον Φήμιος τοὔνομα, παῖδας γράμματα καὶ τὴν ἄλλην μουσικὴν διδάσκων πᾶσαν. οὗτος μισθοῦται τὴν Κρηθηΐδα, ὢν μονότροπος, ἐριουργῆσαι αὐτῷ ἔριά τινα ἃ παρὰ τῶν παίδων εἰς μισθὸν ἐλάμβανεν. ἡ δὲ παρʼ αὐτῷ εἰργάζετο, πολλῷ κοσμίῳ καὶ σωφροσύνῃ πολλῇ χρωμένη, καὶ τῷ Φημίῳ κάρτα ἠρέσκετο. τέλος δὲ προσηνέγκατο αὐτῇ λόγους πείθων ἑωυτῷ συνοικεῖν, ἄλλα τε πολλὰ λέγων οἷς μιν ᾤετο προσάξεσθαι, καὶ ἔτι περὶ τοῦ παιδός, υἱὸν ποιούμενος· καὶ ὅτι τραφεὶς καὶ παιδευθεὶς ὑπʼ αὐτοῦ ἄξιος λόγου ἔσται· ἑώρα γὰρ τὸν <pb facs="homeriopera05home_0211"/> παῖδα ὄντα συνετὸν καὶ κάρτα εὐφυέα· ἔστʼ ἀνέπεισεν αὐτὴν ποιεῖν ταῦτα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="5"><p rend="indent">ε'. Ὁ παῖς δὲ ἦν τε φύσιν ἔχων ἀγαθήν, ἐπιμελίης τε καὶ παιδεύσιος προσγενομένης αὐτίκα πολλὸν τῶν πάντων ὑπερεῖχε. χρόνου δὲ ἐπιγενομένου ἀνδρούμενος οὐδὲν τοῦ Φημίου ὑποδεέστερος ἦν ἐν τῇ διδασκαλίᾳ. καὶ οὕτως ὁ μὲν Φήμιος ἐτελεύτησε τὸν βίον, καταλιπὼν πάντα τῷ παιδί, οὐ πολλῷ δὲ ὕστερον καὶ ἡ Κρηθηῒς ἐτελεύτησεν. ὁ δὲ Μελησιγένης ἐπὶ τῇ διδασκαλίᾳ καθειστήκει· καθʼ ἑωυτὸν δὲ γενόμενος μᾶλλον ὑπὸ τῶν ἀνθρώπων ἑωρᾶτο. καὶ αὐτοῦ θωυμασταὶ καθειστήκεισαν οἵ τε ἐγχώριοι καὶ τῶν ξένων οἱ ἐσαπικνεόμενοι. ἐμπόριον γὰρ ἦν ἡ Σμύρνη, καὶ σῖτος ἐξήγετο πολὺς αὐτόθεν ἐκ τῆς ἐπικειμένης χώρας δαψιλέως κάρτα ἐσαγόμενος ἐς αὐτήν. οἱ οὖν ξένοι, ὁκότε παύσοιντο τῶν ἔργων, ἀπεσχόλαζον παρὰ τῷ Μελησιγένει ἐγκαθίζοντες. </p></div></div></body></text></TEI>