λε'. Τῶν δὲ ναυτέων καὶ τῶν ἐκ τῆς πόλιος τινῶν ἡμένων παρὰ τῷ Ὁμήρῳ κατέπλωσαν παῖδες ἁλιῆες τὸν τόπον, καὶ ἐκβάντες ἐκ τοῦ ἀκατίου προσελθόντες αὐτοῖς τάδε εἶπον· ἄγετε ὦ ξένοι ἐπακούσατε ἡμέων, ἂν ἄρα δύνησθε διαγνῶναι ἅσσʼ ἂν ὑμῖν εἴπωμεν. καί τις τῶν παρεόντων ἐκέλευε λέγειν· οἱ δὲ εἶπαν ἡμεῖς ἅσσα εἵλομεν κατελίπομεν· ἃ δὲ μὴ εἵλομεν φέρομεν. οἱ δέ φασι μέτρῳ εἰπεῖν αὐτοὺς ἅσσ’ ἕλομεν λιπόμεσθα· ἃ δʼ οὐχ ἕλομεν φερόμεσθα. οὐ δυναμένων δὲ τῶν παρεόντων γνῶναι τὰ ῥηθέντα, διηγήσαντο οἱ παῖδες ὅτι ἁλιεύοντες οὐδὲν ἐδύναντο ἑλεῖν, καθήμενοι δὲ ἐν γῇ ἐφθειρίζοντο, καὶ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν κατέλιπον· ὅσους δὲ μὴ ἐδύναντο ἐς οἴκους ἀπεφέροντο. ὁ δὲ Ὅμηρος ἀκούσας ταῦτα ἔλεξε τὰ ἔπεα τάδε· τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε, οὔτε βαθυκλήρων οὔτʼ ἄσπετα μῆλα νεμόντων. λϛ'. Ἐκ δὲ τῆς ἀσθενείας ταύτης συνέβη τὸν Ὅμηρον τελευτῆσαι ἐν Ἴῳ, οὐ παρὰ τὸ μὴ γνῶναι τὸ παρὰ τῶν παίδων ῥηθέν, ὡς οἴονταί τινες, ἀλλὰ τῇ μαλακίῃ. τελευτήσας δὲ ἐν τῇ Ἴῳ αὐτοῦ ἐπʼ ἀκτῆς ἐτάφη ὑπό τε τῶν συμπλόων καὶ τῶν πολιήτεων ὅσοι ἐν διαλογῇ ἐγεγένηντο αὐτῷ. καὶ τὸ ἐλεγεῖον τόδε ἐπέγραψαν Ἰῆται ὕστερον χρόνῳ πολλῷ, ὡς ἤδη ἥ τε ποίησις ἐξεπεπτώκεε καὶ ἐθαυμάζετο ὑπὸ πάντων· οὐδὲ Ὁμήρου ἐστίν· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύψεν ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.