<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="28"><p rend="indent">κη'. Κατανοήσας δὲ ὅτι ἐς μὲν Ἄργος πολλαὶ καὶ μεγάλαι εἶεν εὐλογίαι πεποιημέναι, ἐς δὲ τὰς Ἀθήνας οὔ, ἐμποιεῖ ἐς τὴν ποίησιν, ἐς μὲν Ἰλιάδα τὴν μεγάλην Ἐρεχθέα μεγαλύνων ἐν νεῶν καταλόγῳ τὰ ἔπεα τάδε 
<quote rend="blockquote"><lb/>δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη 
<lb/>θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα.</quote> 
καὶ τὸν στρατηγὸν αὐτῶν Μενεσθέα αἰνέσας ὡς πάντων εἴη <pb facs="homeriopera05home_0226"/> ἄριστος τάξαι πεζὸν στρατὸν καὶ ἱππότας, ἐν τοῖσδε τοῖς ἔπεσιν εἶπε· 
<quote rend="blockquote"><lb/>τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς. 
<lb/>τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ 
<lb/>κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.</quote> 
Αἴαντα δὲ τὸν Τελαμῶνος καὶ Σαλαμινίους ἐν νεῶν καταλόγῳ ἔταξε πρὸς Ἀθηναίους, λέγων τάδε· 
<quote rend="blockquote"><lb/>Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, 
<lb/>στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες. </quote>
ἐς δὲ τὴν Ὀδυσσείην τάδε ἐποίησεν, ὡς Ἀθηνᾶ ἐς λόγους ἐλθοῦσα τῷ Ὀδυσσεῖ ἐς τὴν Ἀθηναίων πόλιν ἀπίκετο, τιμῶσα ταύτην τῶν ἄλλων πολλῷ μάλιστα 
<quote rend="blockquote"><lb/>ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυχόρους ἐς Ἀθήνας, 
<lb/>δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. </quote>
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="29"><p rend="indent">κθʼ. Ἐμποιήσας δὲ ἐς τὴν ποίησιν ταῦτα καὶ παρασκευασάμενος, ἐς Ἑλλάδα βουλόμενος ποιήσασθαι τὸν πλοῦν, προσίσχει τῇ Σάμῳ. ἔτυχον δὲ οἱ ἐκεῖσε τὸν τότε καιρὸν ἄγοντες ἑορτὴν Ἀπατούρια. καί τις τῶν Σαμίων ἰδὼν τὸν Ὅμηρον ἀπιγμένον, πρότερον αὐτὸν ὀπωπὼς ἐν Χίῳ, ἐλθὼν ἐς τοὺς φράτορας διηγήσατο, ὡς ἐν ἐπαίνῳ μεγάλῳ ποιεύμενος αὐτόν. οἱ δὲ φράτορες ἐκέλευον ἄγειν αὐτόν· ὁ δὲ ἐντυχὼν τῷ Ὁμήρῳ ἔλεξεν, ὦ ξένε Ἀπατούρια ἀγούσης τῆς πόλιος καλέουσί σε οἱ φράτορες οἱ ἡμέτεροι συνεορτάσοντα. ὁ δὲ Ὅμηρος ἔφη ταῦτα ποιήσειν καὶ ᾔει μετὰ τοῦ καλέσαντος. <pb facs="homeriopera05home_0227"/></p></div></div></body></text></TEI>