κϛ'. Ἐπιχειρήσας δὲ τῇ ποιήσει ἀπέδωκε χάριν ἣν εἶχε, πρῶτον μὲν Μέντορι τῷ Ἰθακησίῳ ἐν τῇ Ὀδυσσείᾳ, ὅτι μιν κάμνοντα τοὺς ὀφθαλμοὺς ἐν Ἰθάκῃ ἐνοσήλευεν ἐκτενέως, τοὔνομα αὐτοῦ ἐναρμόσας ἐς τὴν ποίησιν Ὀδυσσέως τε ἑταῖρον φὰς εἶναι, ποιήσας Ὀδυσσέα ὡς ἐς Τροίην ἔπλεε Μέντορι ἐπιτρέψαι τὸν οἶκον ὡς ἐόντι Ἰθακησίων ἀρίστῳ καὶ δικαιοτάτῳ. πολλαχῇ δὲ καὶ ἄλλῆ τῆς ποιήσεως τιμῶν αὐτόν, τὴν Ἀθηνᾶν ὁπότε ἐς λόγον τινι καθίσταιτο τῷ Μέντορι οἰκυίην ποιεῖ. ἀπέδωκε δὲ καὶ Φημίῳ τῷ ἑαυτοῦ διαδασκάλῳ τροφεῖα καὶ διδασκαλεῖα ἐν τῇ Ὀδυσσείῃ, μάλιστα ἐν τοῖσδε τοῖς ἔπεσι κήρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέʼ ἔθηκε Φημίῳ, ὃς δὴ πολλὸν ἐκαίνυτο πάντας ἀείδων. καὶ πάλιν αὐτὰρ ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν. μέμνηται δὲ καὶ τοῦ ναυκλήρου μεθʼ οὖ ἐκπεριέπλευσε καὶ εἶδε πόλιάς τε πολλὰς καὶ χώρας, ᾧ ὄνομα ἦν Μέντης, ἐν τοῖς ἔπεσι τοῖσδε Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω. ἀπέδωκε δὲ χάριν καὶ Τυχίῳ τῷ σκυτεῖ, ὃς ἐδέξατο αὐτὸν ἐν τῷ Νέῳ τείχει προσελθόντα πρὸς τὸ σκυτεῖον, ἐν τοῖς ἔπεσι καταζεύξας ἐν τῇ Ἰλιάδι τοῖσδε Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων, σκυτοτόμων ὅχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων. κζʼ. Ἀπὸ δὲ τῆς ποιήσεως ταύτης εὐδοκιμεῖ Ὅμηρος περί τε τὴν Ἰωνίην καὶ ἐς τὴν Ἑλλάδα ἤδη περὶ αὐτοῦ λόγος ἀναφέρετο· κατοικέων δὲ ἐν τῇ Χίῳ καὶ εὐδοκιμέων περὶ τὴν ποίησιν, ἀπικνεομένων πολλῶν πρὸς αὐτόν, συνεβούλευον οἱ ἐντυγχάνοντες αὐτῷ ἐς τὴν Ἑλλάδα ἀπικέσθαι· ὁ δὲ προσεδέξατο τὸν λόγον καὶ κάρτα ἐπεθύμει ἀποδημῆσαι. κη'. Κατανοήσας δὲ ὅτι ἐς μὲν Ἄργος πολλαὶ καὶ μεγάλαι εἶεν εὐλογίαι πεποιημέναι, ἐς δὲ τὰς Ἀθήνας οὔ, ἐμποιεῖ ἐς τὴν ποίησιν, ἐς μὲν Ἰλιάδα τὴν μεγάλην Ἐρεχθέα μεγαλύνων ἐν νεῶν καταλόγῳ τὰ ἔπεα τάδε δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα. καὶ τὸν στρατηγὸν αὐτῶν Μενεσθέα αἰνέσας ὡς πάντων εἴη ἄριστος τάξαι πεζὸν στρατὸν καὶ ἱππότας, ἐν τοῖσδε τοῖς ἔπεσιν εἶπε· τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς. τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. Αἴαντα δὲ τὸν Τελαμῶνος καὶ Σαλαμινίους ἐν νεῶν καταλόγῳ ἔταξε πρὸς Ἀθηναίους, λέγων τάδε· Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες. ἐς δὲ τὴν Ὀδυσσείην τάδε ἐποίησεν, ὡς Ἀθηνᾶ ἐς λόγους ἐλθοῦσα τῷ Ὀδυσσεῖ ἐς τὴν Ἀθηναίων πόλιν ἀπίκετο, τιμῶσα ταύτην τῶν ἄλλων πολλῷ μάλιστα ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυχόρους ἐς Ἀθήνας, δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. κθʼ. Ἐμποιήσας δὲ ἐς τὴν ποίησιν ταῦτα καὶ παρασκευασάμενος, ἐς Ἑλλάδα βουλόμενος ποιήσασθαι τὸν πλοῦν, προσίσχει τῇ Σάμῳ. ἔτυχον δὲ οἱ ἐκεῖσε τὸν τότε καιρὸν ἄγοντες ἑορτὴν Ἀπατούρια. καί τις τῶν Σαμίων ἰδὼν τὸν Ὅμηρον ἀπιγμένον, πρότερον αὐτὸν ὀπωπὼς ἐν Χίῳ, ἐλθὼν ἐς τοὺς φράτορας διηγήσατο, ὡς ἐν ἐπαίνῳ μεγάλῳ ποιεύμενος αὐτόν. οἱ δὲ φράτορες ἐκέλευον ἄγειν αὐτόν· ὁ δὲ ἐντυχὼν τῷ Ὁμήρῳ ἔλεξεν, ὦ ξένε Ἀπατούρια ἀγούσης τῆς πόλιος καλέουσί σε οἱ φράτορες οἱ ἡμέτεροι συνεορτάσοντα. ὁ δὲ Ὅμηρος ἔφη ταῦτα ποιήσειν καὶ ᾔει μετὰ τοῦ καλέσαντος. λʼ. Πορευόμενος δὲ ἐγχρίμπτεται γυναιξὶ Κουροτρόφῳ θυούσαις ἐν τῇ τριόδῳ. ἡ δὲ ἱέρεια εἶπε πρὸς αὐτόν, δυσχεράνασα τῇ ὄψει, ἄνερ ἀπὸ τῶν ἱερῶν. ὁ δὲ Ὅμηρος ἐς θυμόν τε ἔβαλε τὸ ῥηθέν, καὶ ἤρετο τὸν ἄγοντα τίς τε εἴη ὁ φθεγξάμενος, καὶ τίνι θεῶν ἱερὰ θύεται. ὁ δὲ αὐτῷ διηγήσατο ὅτι γυνὴ εἴη Κουροτρόφῳ θύουσα. ὁ δʼ ἀκούσας λέγει τάδε τὰ ἔπεα· κλῦθι μοι εὐχομένῳ Κουροτρόφε, δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀνήνασθαι φιλότητα καὶ εὐνήν, ἡ δʼ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.