<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="22"><p rend="indent">κβʼ. Τῶν δὲ κυνῶν μὴ ἐσθιόντων καὶ ὑλακτούντων δειπνοῦντας καθάπερ εἰώθεσαν λέγει πρὸς τὸν Γλαῦκον Ὅμηρος τὰ ἔπεα τάδε· 
<quote rend="blockquote"><lb/>Γλαῦκε πέπων, ἐπιών τοι ἔπος τι ἐνὶ φρεσὶ θήσω· 
<lb/>πρῶτον μὲν κυσὶ δεῖπνον ἐπʼ αὐλείῃσι θύρῃσι 
<lb/>δοῦναι· ὣς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει 
<lb/>ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος. </quote>
ταῦτα ἀκούσας ὁ Γλαῦκος ἥσθη τῇ παραινέσει, καὶ ἐν θωύματι εἶχεν αὐτόν, δειπνήσαντες δὲ διὰ λόγων εἱστιῶντο. ἀπηγεομένου δὲ Ὁμήρου τήν τε πλάνην τὴν ἑωυτοῦ καὶ τὰς πόλεις ἃς ἐσαπίκοιτο, ἔκπληκτος ἦν ὁ Γλαῦκος ἀκούων. καὶ τότε μὲν ἐπεὶ ὥρη κοίτου ἦν ἀνεπαύετο. </p></div></div></body></text></TEI>