<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="22"><p rend="indent">κβʼ. Τῶν δὲ κυνῶν μὴ ἐσθιόντων καὶ ὑλακτούντων δειπνοῦντας καθάπερ εἰώθεσαν λέγει πρὸς τὸν Γλαῦκον Ὅμηρος τὰ ἔπεα τάδε· 
<quote rend="blockquote"><lb/>Γλαῦκε πέπων, ἐπιών τοι ἔπος τι ἐνὶ φρεσὶ θήσω· 
<lb/>πρῶτον μὲν κυσὶ δεῖπνον ἐπʼ αὐλείῃσι θύρῃσι 
<lb/>δοῦναι· ὣς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει 
<lb/>ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος. </quote>
ταῦτα ἀκούσας ὁ Γλαῦκος ἥσθη τῇ παραινέσει, καὶ ἐν θωύματι εἶχεν αὐτόν, δειπνήσαντες δὲ διὰ λόγων εἱστιῶντο. ἀπηγεομένου δὲ Ὁμήρου τήν τε πλάνην τὴν ἑωυτοῦ καὶ τὰς πόλεις ἃς ἐσαπίκοιτο, ἔκπληκτος ἦν ὁ Γλαῦκος ἀκούων. καὶ τότε μὲν ἐπεὶ ὥρη κοίτου ἦν ἀνεπαύετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="23"><p rend="indent">κγ'. Τῇ δʼ ὑστεραίῃ διενοήθη ὁ Γλαῦκος πρὸς τὸν δεσπότην πορευθῆναι, σημανέων τὰ περὶ Ὁμήρου. ἐπιτρέψας δὲ τῷ συνδούλῳ νέμειν τὰς αἶγας τὸν Ὅμηρον καταλείπει ἔνδον, εἰπὼν πρὸς αὐτὸν ὅτι διὰ ταχέων πορεύσομαι. καταβὰς δὲ ἐς Βολισσόν, ἔστι δὲ πλησίον τοῦ χωρίου τούτου, καὶ συγγενόμενος <pb facs="homeriopera05home_0223"/>  τῷ δεσπότῃ, ἀπηγέετο ὑπὲρ Ὁμήρου πᾶσαν τὴν ἀλήθειαν, περί τε αὐτοῦ τῆς ἀφίξιος ἐν θωύματι ποιεύμενος· ἠρώτεέ τε ὅ τι χρὴ ποιέειν περὶ αὐτοῦ. ὁ δὲ ὀλίγα μὲν προσίετο τῶν λόγων, κατεγίνωσκε δὲ τοῦ Γλαύκου ὡς ἄφρονος ἐόντος καὶ τοὺς ἀναπήρους δεχομένου καὶ τρέφοντος. ἐκέλευσε δὲ ὅμως τὸν ξεῖνον ἄγειν πρὸς ἑαυτόν. </p></div></div></body></text></TEI>