κα'. Ἐντεῦθεν δʼ ἀναστὰς Ὅμηρος ἐπορεύετο κατὰ φωνήν τινα αἰγῶν νεμομένων. ὡς δὲ ὑλάκτεον αὐτὸν οἱ κύνες ἀνέκραγεν. ὁ δὲ Γλαῦκος ὡς ἤκουσε τῆς φωνῆς, ἦν γὰρ τοῦτο ὄνομα τῷ νέμοντι τὰς αἶγας, ἐπέδραμεν ὀτραλέως, τάς τε κύνας ἀνεκαλεῖτο καὶ ἀπεσόβησεν ἀπὸ τοῦ Ὁμήρου. ἐπὶ πολὺν δὲ χρόνον ἐν θωύματι ἦν ὅκως τυφλὸς ἐὼν μόνος ἀπίκοιτο ἐς τοιούτους χώρους, καὶ ὅτι θέλων. προσελθών τέ μιν ἱστορέειν ὅστις τε ἦν καὶ τίνι τρόπῳ ἀπίκοιτο ἐς τόπους ἀοικήτους καὶ ἀστιβέα χωρία, καὶ τίνος κεχρημένος εἴη. ὁ δὲ Ὅμηρος αὐτῷ πᾶσαν τὴν ἑωυτοῦ πάθην καταλεγόμενος εἰς οἶκτον προηγάγετο. ἦν γάρ, ὡς ἔοικεν, οὐδʼ ἀγνώμων ὁ Γλαῦκος. ἀναλαβὼν δʼ αὐτὸν ἀνήγαγεν ἐπὶ τὸν σταθμόν, πῦρ τʼ ἀνακαύσας δεῖπνον παρασκευάζει, καὶ παραθεὶς δειπνεῖν ἐκέλευεν ὁ Γλαῦκος. κβʼ. Τῶν δὲ κυνῶν μὴ ἐσθιόντων καὶ ὑλακτούντων δειπνοῦντας καθάπερ εἰώθεσαν λέγει πρὸς τὸν Γλαῦκον Ὅμηρος τὰ ἔπεα τάδε· Γλαῦκε πέπων, ἐπιών τοι ἔπος τι ἐνὶ φρεσὶ θήσω· πρῶτον μὲν κυσὶ δεῖπνον ἐπʼ αὐλείῃσι θύρῃσι δοῦναι· ὣς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος. ταῦτα ἀκούσας ὁ Γλαῦκος ἥσθη τῇ παραινέσει, καὶ ἐν θωύματι εἶχεν αὐτόν, δειπνήσαντες δὲ διὰ λόγων εἱστιῶντο. ἀπηγεομένου δὲ Ὁμήρου τήν τε πλάνην τὴν ἑωυτοῦ καὶ τὰς πόλεις ἃς ἐσαπίκοιτο, ἔκπληκτος ἦν ὁ Γλαῦκος ἀκούων. καὶ τότε μὲν ἐπεὶ ὥρη κοίτου ἦν ἀνεπαύετο. κγ'. Τῇ δʼ ὑστεραίῃ διενοήθη ὁ Γλαῦκος πρὸς τὸν δεσπότην πορευθῆναι, σημανέων τὰ περὶ Ὁμήρου. ἐπιτρέψας δὲ τῷ συνδούλῳ νέμειν τὰς αἶγας τὸν Ὅμηρον καταλείπει ἔνδον, εἰπὼν πρὸς αὐτὸν ὅτι διὰ ταχέων πορεύσομαι. καταβὰς δὲ ἐς Βολισσόν, ἔστι δὲ πλησίον τοῦ χωρίου τούτου, καὶ συγγενόμενος τῷ δεσπότῃ, ἀπηγέετο ὑπὲρ Ὁμήρου πᾶσαν τὴν ἀλήθειαν, περί τε αὐτοῦ τῆς ἀφίξιος ἐν θωύματι ποιεύμενος· ἠρώτεέ τε ὅ τι χρὴ ποιέειν περὶ αὐτοῦ. ὁ δὲ ὀλίγα μὲν προσίετο τῶν λόγων, κατεγίνωσκε δὲ τοῦ Γλαύκου ὡς ἄφρονος ἐόντος καὶ τοὺς ἀναπήρους δεχομένου καὶ τρέφοντος. ἐκέλευσε δὲ ὅμως τὸν ξεῖνον ἄγειν πρὸς ἑαυτόν. κδʼ. Ἐλθὼν δὲ πρὸς τὸν Ὅμηρον διηγήσατο ταῦτα ὁ Γλαῦκος καὶ ἐκέλευσε πορεύεσθαι τοῦτον· οὕτω γάρ εὖ πρήξειν· ὁ δὲ Ὅμηρος ἤθελε πορεύεσθαι. ἀναλαβὼν οὖν αὐτὸν ὁ Γλαῦκος ἤγαγε πρὸς τὸν δεσπότην. διὰ λόγων δὲ ἰὼν τῷ Ὁμήρῳ ὁ Χῖος, εὑρίσκει ἐόντα δεξιὸν καὶ πολλῶν ἔμπειρον. ἔπειθέ τε αὐτὸν μένειν καὶ τῶν παιδίων ἐπιμέλειαν ποιέεσθαι· ἦσαν γὰρ τῷ Χίῳ παῖδες ἐν ἡλικίῃ. τούτους οὖν αὐτῷ παρατίθησι παιδεύειν. ὁ δὲ ἔπρησσε ταῦτα· καὶ τοὺς Κέρκωπας καὶ Βατραχομυομαχίαν καὶ Ψαρομαχίην καὶ Ἑπταπακτικὴν καὶ Ἐπικιχλίδας καὶ τἄλλα πάντα ὅσα παίγνιά ἐστιν Ὁμήρου ἐνταῦθα ἐποίησε παρὰ τῷ Χίῳ ἐν Βολισσῷ, ὥστε καὶ ἐν τῇ πόλει περιβόητος ἤδη ἐγένετο ἐν τῇ ποιήσει. καὶ ὁ μὲν Θεστορίδης, ὡς τάχιστα ἐπύθετο αὐτὸν παρεόντα, ᾤχετο ἐκπλέων ἐκ τῆς Χίου. κεʼ. Χρόνου δὲ προιόντος δεηθεὶς τοῦ Χίου πορεῦσαι αὐτὸν εἰς τὴν Χίον ἀπίκετο εἰς τὴν πόλιν· καὶ διδασκαλεῖον κατασκευασάμενος ἐδίδασκε παῖδας τὰ ἔπεα. καὶ κάρτα δεξιὸς ἐδόκεεν εἶναι τοῖς Χίοις, καὶ πολλοὶ θωυμασταὶ αὐτοῦ καθειστήκεσαν. συλλεξάμενος δὲ βίον ἱκανὸν γυναῖκα ἔγημεν ἐξ ἧς αὐτῷ θυγατέρες δύο ἐγένοντο· καὶ ἡ μὲν αὐτῶν ἄγαμος ἐτελεύτησε, τὴν δὲ συνῴκισεν ἀνδρὶ Χίῳ.