<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="20"><p rend="indent">κʼ. Οἱ μὲν δὴ ἁλιεῖς πρὸς ἔργον ἐτράπησαν. ὁ δὲ Ὅμηρος τὴν μὲν νύκτα ἐπὶ τοῦ αἰγιαλοῦ κατέμεινε, τὴν δὲ ἡμέραν πορευόμενος καὶ πλανώμενος ἀπίκετο εἰς τὸ χωρίον τοῦτο ὃ Πίτυς καλέεται. κἀνταῦθα αὐτῷ ἀναπαυομένῳ τὴν νύκτα ἐπιπίπτει καρπὸς τῆς πίτυος, ὃν δὴ μετεξέτεροι στρόβιλον, οἱ δὲ κῶνον καλέουσιν. ὁ δὲ Ὅμηρος φθέγγεται τὰ ἔπεα τάδε· 
<quote rend="blockquote"><lb/>ἄλλη τίς σου πεύκη ἀμείνονα καρπὸν ἵησιν 
<lb/>Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης, 
<lb/>ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν 
<lb/>ἔσσεται εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι. </quote>
τὰ δὲ Κεβρήνια τοῦτον χρόνον κτίζειν οἱ Κυμαῖοι παρεσκευάζοντο πρὸς τῇ Ἴδῃ, καὶ γίνεται αὐτόθι σίδηρος. </p></div></div></body></text></TEI>