ιηʼ. Ἐπεὶ δὲ ἀπίκοντο εὐπλοήσαντες ἐς τὴν Ἐρυθραίην, τότε μὲν Ὅμηρος τὴν αὖλιν ἐπὶ τῷ πλοίῳ ἐποιήσατο· τῇ δὲ ὑστεραίῃ ἐχρήϊζε τῶν ναυτέων τινα ἡγήσασθαι αὐτῷ ἐς τὴν πόλιν· οἱ δὲ συνέπεμψαν ἕνα αὐτῶν. πορευόμενος δὲ Ὅμηρος ἐπεὶ ἔτυχε τῆς Ἐρυθραίης τραχείης καὶ ὀρεινῆς ἐούσης, φθέγγεται τάδε τὰ ἔπεα· πότνια γῆ, πάνδωρε δότειρα μελίφρονος ὄλβου, ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης, τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ' οἷς ἐχολώθης. ἀπικόμενος δὲ ἐς τὴν πόλιν τῶν Ἐρυθραίων ἐπηρώτησε περὶ τοῦ ἐς τὴν Χίον πλοῦ· καί τινος προσελθόντος αὐτῷ τῶν ἑωρακότων ἐν τῇ Φωκαίῃ καὶ ἀσπασαμένου, ἔχρήϊζεν αὐτοῦ συνεξευρεῖν αὐτῷ πλοῖον ὅπως ἂν εἰς τὴν Χίον διαβαίη. ιθ'. Ἐκ μὲν δὴ τοῦ λιμένος οὐδὲν ἦν ἀπόστολον, ἄγει δὲ αὐτὸν ἔνθα τῶν ἁλιέων τὰ πλοῖα ὁρμίζεται. καί πως ἐντυγχάνει μέλλουσί τισι διαπλεῖν ἐς τὴν Χίον, ὧν ἐδέετο προσελθὼν ὁ ἄγων αὐτὸν ἀναλαβεῖν τὸν Ὅμηρον. οἱ δὲ οὐδένα λόγον ποιησάμενοι ἀνήγοντο· ὁ δὲ Ὅμηρος φθέγγεται τάδε τὰ ἔπεα· ναῦται ποντοπόροι στυγερῇ ἐναλίγκιοι ἄτῃ, πτωκάσιν αἰθυίῃσι βίον δύσζηλον ἔχοντες, αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος· δεινὴ γὰρ μέτʼ ὄπις ξενίου Διός, ὅς κʼ ἀλίτηται. ἀναχθεῖσι δὲ αὐτοῖς συνέβη ἐναντίου ἀνέμου γενομένου παλινδρομῆσαι καὶ ἐς τὸ χωρίον ἀναδραμεῖν ὅθεν ἀνηγάγοντο καὶ τὸν Ὅμηρον ἀναλαβεῖν καθήμενον ἐπὶ τῆς κυματωγῆς. μαθὼν δὲ αὐτοὺς πεπαλινδρομηκότας ἔλεξε τάδε· Ὑμᾶς, ὦ ξένοι, ἔλαβεν ὁ ἄνεμος ἀντίος γενόμενος· ἀλλʼ ἔτι καὶ νῦν με δέξασθε, καὶ ὁ πλοῦς ὑμῖν ἔσται. οἱ δʼ ἁλιεῖς ἐν μεταμελίῃ γενόμενοι ὅτι οὐ πρότερον ἐδέξαντο, εἰπόντες ὅτι οὐ καταλιμπάνουσιν ἢν ἐθέλοι συμπλεῖν ἐκέλευον ἐσβαίνειν· καὶ οὕτως ἀναλαβόντες αὐτὸν ἀνήχθησαν καὶ ἴσχουσιν ἐπʼ ἀκτῆς.