ιϛʼ. Τῷ δὲ Ὁμήρῳ ἀκούσαντι ἔδοξε ποιητέα εἶναι ταῦτα· ἐνδεὴς γὰρ ἦν τῶν ἀναγκαίων καὶ θεραπείης. διατρίβων δὲ παρὰ τῷ Θεστορίδῃ ποιεῖ Ἰλιάδα τὴν ἐλάσσω, ἧς ἡ ἀρχή Ἴλιον ἀείδω καὶ Δαρδανίην ἐΰπωλον, ἧς πέρι πολλὰ πάθον Δαναοί, θεράποντες Ἄρηος· καὶ τὴν καλουμένην Φωκαΐδα, ἥν φασιν οἱ Φωκαεῖς Ὅμηρον παρʼ αὐτοῖσι ποιῆσαι. ἐπεὶ δὲ τήν τε Φωκαΐδα καὶ τἄλλα πάντα παρὰ τοῦ Ὁμήρου ὁ Θεστορίδης ἐγράψατο, διενοήθη ἐκ τῆς Φωκαίης ἀπαλλάσσεσθαι, τὴν ποίησιν θέλων τοῦ Ὁμήρου ἐξιδιώσασθαι, καὶ οὐκ ἔτι ὁμοίως ἐν ἐπιμελείᾳ εἶχε τὸν Ὅμηρον. ὁ δὲ λέγει αὐτῷ τὰ ἔπεα τάδε· Θεστορίδης θνητοῖσιν ἀνωΐστων πολέων περ, οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν. ὁ μὲν δὴ Θεστορίδης ἐκ τῆς Φωκαίης ἀπηλλάγη ἐς τὴν Χίον καὶ διδασκαλίην κατεσκευάσατο· καὶ τὰ ἔπεα ἐπιδεικνύμενος ὡς ἑωυτοῦ ἐόντα ἔπαινόν τε πολλὸν εἶχε καὶ ὠφελεῖτο· ὁ δὲ Ὅμηρος πάλιν τὸν αὐτὸν τρόπον διῃτᾶτο ἐν τῇ Φωκαίῃ, ἀπὸ τῆς ποιήσιος τὴν βιοτὴν ἔχων. ιζ'. Χρόνῳ δὲ οὐ πολλῷ μετέπειτα ἄνδρες Χῖοι ἔμποροι ἀπίκοντο ἐς τὴν Φωκαίην· ἀκούσαντες δὲ τῶν ἐπέων τοῦ Ὁμήρου ἃ πρότερον ἀκηκόεσαν πολλάκις ἐν τῇ Χίῳ τοῦ Θεστορίδεω, ἐξήγγελλον Ὁμήρῳ ὅτι ἐν τῇ Χίῳ τις ἐπιδεικνύμενος τὰ ἔπεα ταῦτα γραμμάτων διδάσκαλος κάρτα πολλὸν ἔπαινον ἔχει. ὁ δὲ Ὅμηρος κατενόησεν ὅτι Θεστορίδης ἂν εἴη, καὶ παντὶ θυμῷ ἐσπούδαζεν εἰς τὴν Χίον ἀπικέσθαι. καταβὰς δὲ ἐπὶ τὸν λιμένα, ἐς μὲν τὴν Χίον οὐ καταλαμβάνει οὐδὲν πλοῖον πλέον, ἐς δὲ τὴν Ἐρυθραίην τινες ἐπὶ ξύλου παρεσκευάζοντο πλεῖν. καλῶς δὲ εἶχε τῷ Ὁμήρῳ διʼ Ἐρυθραίης τὸν πλοῦν ποιήσασθαι. καὶ προσελθὼν ἐχρήϊζε παρὰ τῶν ναυτέων δέξασθαι αὐτὸν σύμπλουν, πολλά τε καὶ προσαγωγὰ λέγων οἷς σφέας ἔμελλε πείσειν. τοῖς δὲ ἔδοξε δέξασθαι αὐτόν, καὶ ἐκέλευον ἐσβαίνειν εἰς τὸ πλοῖον. ὁ δὲ Ὅμηρος πολλὰ ἐπαινέσας αὐτοὺς ἐσέβη· καὶ ἐπεὶ ἕζετο λέγει τὰ ἔπεα τάδε· κλῦθι Ποσειδάων μεγαλοσθενὲς ἐννοσίγαιε, εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος, δὸς δʼ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι ναύταις, οἳ νηὸς πομποὶ ἠδʼ ἀρχοὶ ἔασι. δὸς δʼ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος αἰδοίων μʼ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι, φῶτά τε τισαίμην ὃς ἐμὸν νόον ἠπεροπεύσας ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τραπέζην. ιηʼ. Ἐπεὶ δὲ ἀπίκοντο εὐπλοήσαντες ἐς τὴν Ἐρυθραίην, τότε μὲν Ὅμηρος τὴν αὖλιν ἐπὶ τῷ πλοίῳ ἐποιήσατο· τῇ δὲ ὑστεραίῃ ἐχρήϊζε τῶν ναυτέων τινα ἡγήσασθαι αὐτῷ ἐς τὴν πόλιν· οἱ δὲ συνέπεμψαν ἕνα αὐτῶν. πορευόμενος δὲ Ὅμηρος ἐπεὶ ἔτυχε τῆς Ἐρυθραίης τραχείης καὶ ὀρεινῆς ἐούσης, φθέγγεται τάδε τὰ ἔπεα· πότνια γῆ, πάνδωρε δότειρα μελίφρονος ὄλβου, ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης, τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ' οἷς ἐχολώθης. ἀπικόμενος δὲ ἐς τὴν πόλιν τῶν Ἐρυθραίων ἐπηρώτησε περὶ τοῦ ἐς τὴν Χίον πλοῦ· καί τινος προσελθόντος αὐτῷ τῶν ἑωρακότων ἐν τῇ Φωκαίῃ καὶ ἀσπασαμένου, ἔχρήϊζεν αὐτοῦ συνεξευρεῖν αὐτῷ πλοῖον ὅπως ἂν εἰς τὴν Χίον διαβαίη. ιθ'. Ἐκ μὲν δὴ τοῦ λιμένος οὐδὲν ἦν ἀπόστολον, ἄγει δὲ αὐτὸν ἔνθα τῶν ἁλιέων τὰ πλοῖα ὁρμίζεται. καί πως ἐντυγχάνει μέλλουσί τισι διαπλεῖν ἐς τὴν Χίον, ὧν ἐδέετο προσελθὼν ὁ ἄγων αὐτὸν ἀναλαβεῖν τὸν Ὅμηρον. οἱ δὲ οὐδένα λόγον ποιησάμενοι ἀνήγοντο· ὁ δὲ Ὅμηρος φθέγγεται τάδε τὰ ἔπεα· ναῦται ποντοπόροι στυγερῇ ἐναλίγκιοι ἄτῃ, πτωκάσιν αἰθυίῃσι βίον δύσζηλον ἔχοντες, αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος· δεινὴ γὰρ μέτʼ ὄπις ξενίου Διός, ὅς κʼ ἀλίτηται. ἀναχθεῖσι δὲ αὐτοῖς συνέβη ἐναντίου ἀνέμου γενομένου παλινδρομῆσαι καὶ ἐς τὸ χωρίον ἀναδραμεῖν ὅθεν ἀνηγάγοντο καὶ τὸν Ὅμηρον ἀναλαβεῖν καθήμενον ἐπὶ τῆς κυματωγῆς. μαθὼν δὲ αὐτοὺς πεπαλινδρομηκότας ἔλεξε τάδε· Ὑμᾶς, ὦ ξένοι, ἔλαβεν ὁ ἄνεμος ἀντίος γενόμενος· ἀλλʼ ἔτι καὶ νῦν με δέξασθε, καὶ ὁ πλοῦς ὑμῖν ἔσται. οἱ δʼ ἁλιεῖς ἐν μεταμελίῃ γενόμενοι ὅτι οὐ πρότερον ἐδέξαντο, εἰπόντες ὅτι οὐ καταλιμπάνουσιν ἢν ἐθέλοι συμπλεῖν ἐκέλευον ἐσβαίνειν· καὶ οὕτως ἀναλαβόντες αὐτὸν ἀνήχθησαν καὶ ἴσχουσιν ἐπʼ ἀκτῆς. κʼ. Οἱ μὲν δὴ ἁλιεῖς πρὸς ἔργον ἐτράπησαν. ὁ δὲ Ὅμηρος τὴν μὲν νύκτα ἐπὶ τοῦ αἰγιαλοῦ κατέμεινε, τὴν δὲ ἡμέραν πορευόμενος καὶ πλανώμενος ἀπίκετο εἰς τὸ χωρίον τοῦτο ὃ Πίτυς καλέεται. κἀνταῦθα αὐτῷ ἀναπαυομένῳ τὴν νύκτα ἐπιπίπτει καρπὸς τῆς πίτυος, ὃν δὴ μετεξέτεροι στρόβιλον, οἱ δὲ κῶνον καλέουσιν. ὁ δὲ Ὅμηρος φθέγγεται τὰ ἔπεα τάδε· ἄλλη τίς σου πεύκη ἀμείνονα καρπὸν ἵησιν Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης, ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν ἔσσεται εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι. τὰ δὲ Κεβρήνια τοῦτον χρόνον κτίζειν οἱ Κυμαῖοι παρεσκευάζοντο πρὸς τῇ Ἴδῃ, καὶ γίνεται αὐτόθι σίδηρος.