ιϛʼ. Τῷ δὲ Ὁμήρῳ ἀκούσαντι ἔδοξε ποιητέα εἶναι ταῦτα· ἐνδεὴς γὰρ ἦν τῶν ἀναγκαίων καὶ θεραπείης. διατρίβων δὲ παρὰ τῷ Θεστορίδῃ ποιεῖ Ἰλιάδα τὴν ἐλάσσω, ἧς ἡ ἀρχή Ἴλιον ἀείδω καὶ Δαρδανίην ἐΰπωλον, ἧς πέρι πολλὰ πάθον Δαναοί, θεράποντες Ἄρηος· καὶ τὴν καλουμένην Φωκαΐδα, ἥν φασιν οἱ Φωκαεῖς Ὅμηρον παρʼ αὐτοῖσι ποιῆσαι. ἐπεὶ δὲ τήν τε Φωκαΐδα καὶ τἄλλα πάντα παρὰ τοῦ Ὁμήρου ὁ Θεστορίδης ἐγράψατο, διενοήθη ἐκ τῆς Φωκαίης ἀπαλλάσσεσθαι, τὴν ποίησιν θέλων τοῦ Ὁμήρου ἐξιδιώσασθαι, καὶ οὐκ ἔτι ὁμοίως ἐν ἐπιμελείᾳ εἶχε τὸν Ὅμηρον. ὁ δὲ λέγει αὐτῷ τὰ ἔπεα τάδε· Θεστορίδης θνητοῖσιν ἀνωΐστων πολέων περ, οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν. ὁ μὲν δὴ Θεστορίδης ἐκ τῆς Φωκαίης ἀπηλλάγη ἐς τὴν Χίον καὶ διδασκαλίην κατεσκευάσατο· καὶ τὰ ἔπεα ἐπιδεικνύμενος ὡς ἑωυτοῦ ἐόντα ἔπαινόν τε πολλὸν εἶχε καὶ ὠφελεῖτο· ὁ δὲ Ὅμηρος πάλιν τὸν αὐτὸν τρόπον διῃτᾶτο ἐν τῇ Φωκαίῃ, ἀπὸ τῆς ποιήσιος τὴν βιοτὴν ἔχων. ιζ'. Χρόνῳ δὲ οὐ πολλῷ μετέπειτα ἄνδρες Χῖοι ἔμποροι ἀπίκοντο ἐς τὴν Φωκαίην· ἀκούσαντες δὲ τῶν ἐπέων τοῦ Ὁμήρου ἃ πρότερον ἀκηκόεσαν πολλάκις ἐν τῇ Χίῳ τοῦ Θεστορίδεω, ἐξήγγελλον Ὁμήρῳ ὅτι ἐν τῇ Χίῳ τις ἐπιδεικνύμενος τὰ ἔπεα ταῦτα γραμμάτων διδάσκαλος κάρτα πολλὸν ἔπαινον ἔχει. ὁ δὲ Ὅμηρος κατενόησεν ὅτι Θεστορίδης ἂν εἴη, καὶ παντὶ θυμῷ ἐσπούδαζεν εἰς τὴν Χίον ἀπικέσθαι. καταβὰς δὲ ἐπὶ τὸν λιμένα, ἐς μὲν τὴν Χίον οὐ καταλαμβάνει οὐδὲν πλοῖον πλέον, ἐς δὲ τὴν Ἐρυθραίην τινες ἐπὶ ξύλου παρεσκευάζοντο πλεῖν. καλῶς δὲ εἶχε τῷ Ὁμήρῳ διʼ Ἐρυθραίης τὸν πλοῦν ποιήσασθαι. καὶ προσελθὼν ἐχρήϊζε παρὰ τῶν ναυτέων δέξασθαι αὐτὸν σύμπλουν, πολλά τε καὶ προσαγωγὰ λέγων οἷς σφέας ἔμελλε πείσειν. τοῖς δὲ ἔδοξε δέξασθαι αὐτόν, καὶ ἐκέλευον ἐσβαίνειν εἰς τὸ πλοῖον. ὁ δὲ Ὅμηρος πολλὰ ἐπαινέσας αὐτοὺς ἐσέβη· καὶ ἐπεὶ ἕζετο λέγει τὰ ἔπεα τάδε· κλῦθι Ποσειδάων μεγαλοσθενὲς ἐννοσίγαιε, εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος, δὸς δʼ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι ναύταις, οἳ νηὸς πομποὶ ἠδʼ ἀρχοὶ ἔασι. δὸς δʼ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος αἰδοίων μʼ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι, φῶτά τε τισαίμην ὃς ἐμὸν νόον ἠπεροπεύσας ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τραπέζην.