<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="14"><p rend="indent">ιδ'. Καὶ οἱ ξένοι διήνεγκαν ὅτε μνήμην αὐτοῦ ἐποιοῦντο. ἐτελεύτα δʼ οὖν ὁ λόγος τῷ ἄρχοντι μὴ τρέφειν τὸν Ὅμηρον, ἔδοξε δέ πως καὶ τῇ ἄλλῃ βουλῇ. ἐπελθὼν δὲ ὁ ἐπιστάτης καὶ παρεζόμενος αὐτῷ διηγήσατο τοὺς ἐναντιωθέντας λόγους τῇ χρήμῃ αὐτοῦ καὶ τὰ δόξαντα τῇ βουλῇ. Ὁ δέ, ὡς ἤκουσεν, ἐσυμφόρηνέ τε καὶ λέγει τὰ ἔπεα τάδε· 
<quote rend="blockquote"><lb/>οἵῃ μʼ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι, 
<lb/>νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων. 
<lb/>ἥν ποτʼ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο 
<lb/>λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων, 
<pb facs="homeriopera05home_0217"/>
<lb/>ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα, 
<lb/>Αἰολίδα Σμύρνην ἁλιγείτονα ποντοτίνακτον 
<lb/>ἥν τε διʼ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος· 
<lb/>ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα, 
<lb/>ἠθελέτην κλῇσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν, 
<lb/>οἱ δʼ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν, ἀοιδήν. 
<lb/>ἀφραδίῃ τῶν μέν τε παθών τις φράσσεται αὖθις, 
<lb/>ὅς σφιν ὀνείδεσσιν τὸν ἐμὸν διεμήσατο πότμον. 
<lb/>κῆρα δʼ ἐγὼ τήν μοι θεὸς ὤπασε γεινομένῳ περ 
<lb/>τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ. 
<lb/>οὐδέ τι μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς 
<lb/>Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει 
<lb/>δῆμον ἐς ἀλλοδαπῶν ἰέναι ὀλίγον περ ἐόντα. </quote>
</p></div></div></body></text></TEI>