ιβʼ. Κατίζων δὲ ἐν ταῖς λέσχαις τῶν γερόντων ἐν τῇ Κύμῃ ὁ Μελησιγένης τὰ ἔπεα τὰ πεποιημένα αὐτῷ ἐπεδείκνυτο, καὶ ἐν τοῖς λόγοις ἔτερπε τοὺς ἀκούοντας· καὶ αὐτοῦ θωυμασταὶ καθειστήκεσαν. γνοὺς δὲ ὅτι ἀποδέκονται αὐτοῦ τὴν ποίησιν οἱ Κυμαῖοι καὶ εἰς συνήθειαν ἕλκων τοὺς ἀκούοντας, λόγους πρὸς αὐτοὺς τοιούσδε προσήνεγκε, λέγων ὡς εἰ θέλοιεν αὐτὸν δημοσίῃ τρέφειν ἐπικλεεστάτην αὐτῶν τὴν πόλιν ποιήσει. τοῖς δὲ ἀκούουσι βουλομένοις τε ἦν ταῦτα, καὶ αὐτοὶ παρῄνεον ἐλθόντα ἐπὶ τὴν βουλὴν δεηθῆναι τῶν βουλευτέων· καὶ αὐτοὶ ἔφασαν συμπρήξειν. ὁ δὲ ἐπείθετο αὐτοῖς, καὶ βουλῆς συλλεγομένης ἐλθὼν ἐπὶ τὸ βουλεῖον ἐδεῖτο τοῦ ἐπὶ τῇ τιμῇ ταύτῃ καθεστῶτος ἀπαγαγεῖν αὐτὸν ἐπὶ τὴν βουλήν. ὁ δὲ ὑπεδέξατό τε καὶ ἐπεὶ καιρὸς ἦν ἀπήγαγε· καταστὰς δὲ ὁ Μελησιγένης ἔλεξε περὶ τῆς τροφῆς τὸν λόγον ὃν καὶ ἐν ταῖς λέσχαις ἔλεγεν. ὡς δὲ εἶπεν ἐξελθὼν ἐκάθητο. ιγ'. Οἱ δὲ ἐβουλεύοντο ὅτι χρεὼν εἴη ἀποκρίνασθαι αὐτῷ. προθυμουμένου δὲ τοῦ ἀπάγοντος αὐτὸν καὶ ἄλλων ὅσοι τῶν βουλευτέων ἐν ταῖς λέσχαις ἐπήκοοι ἐγένοντο, τῶν βουλευτέων ἕνα λέγεται ἐναντιωθῆναι τῇ χρήμῃ αὐτοῦ, ἄλλα τε πολλὰ λέγοντα καὶ ὡς εἰ τοὺς ὁμήρους δόξει τρέφειν αὐτοῖς ὅμιλον πολλόν τε καὶ ἀχρεῖον ἕξουσιν. ἐντεῦθεν δὲ καὶ τοὔνομα Ὅμηρος ἐπεκράτησε τῷ Μελησιγένει ἀπὸ τῆς συμφορῆς· οἱ γὰρ Κυμαῖοι τοὺς τυφλοὺς ὁμήρους λέγουσιν· ὥστε πρότερον ὀνομαζομένου αὐτοῦ Μελησιγένεος τοῦτο γενέσθαι τοὔνομα Ὅμηρος.