ιαʼ. Χρόνου δὲ προϊόντος, ἀπόρως κείμενος καὶ μόλις τὴν τροφὴν ἔχων ἐπενοήθη εἰς τὴν Κύμην ἀπικέσθαι, εἴ τι βέλτιον πρήξει. μέλλων δὲ πορεύεσθαι τάδε τὰ ἔπεα λέγει· αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν· τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη· ἀπὸ δὲ τοῦ Νέου τείχεος πορευόμενος ἀπίκετο εἰς τὴν Κύμην διὰ Λαρίσσης τὴν πορείαν ποιησάμενος· ἦν γὰρ οὕτως αὐτῷ εὐπορώτατον· καί, ὡς Κυμαῖοι λέγουσι, τῷ Φρυγίης βασιλῆϊ Μίδῃ τῷ Γορδίεω δεηθέντων πενθερῶν αὐτοῦ ποιεῖ καὶ τὸ ἐπίγραμμα τόδε, τὸ ἔτι καὶ νῦν ἐπὶ τῆς στήλης τοῦ μνήματος τοῦ Γορδίεω ἐπιγέγραπται· χαλκῆ παρθένος εἰμί, Μίδεω δʼ ἐπὶ σήματι κεῖμαι· ἔστʼ ἂν ὕδωρ τε ῥέῃ καὶ δένδρεα μακρὰ τεθήλῃ ἠέλιός τʼ ἀνιὼν λάμπῃ, λαμπρά τε σελήνη, καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζῃ δὲ θάλασσα, αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου ἀγγελέω παριοῦσι Μίδης ὅτι τῇδε τέθαπται. ιβʼ. Κατίζων δὲ ἐν ταῖς λέσχαις τῶν γερόντων ἐν τῇ Κύμῃ ὁ Μελησιγένης τὰ ἔπεα τὰ πεποιημένα αὐτῷ ἐπεδείκνυτο, καὶ ἐν τοῖς λόγοις ἔτερπε τοὺς ἀκούοντας· καὶ αὐτοῦ θωυμασταὶ καθειστήκεσαν. γνοὺς δὲ ὅτι ἀποδέκονται αὐτοῦ τὴν ποίησιν οἱ Κυμαῖοι καὶ εἰς συνήθειαν ἕλκων τοὺς ἀκούοντας, λόγους πρὸς αὐτοὺς τοιούσδε προσήνεγκε, λέγων ὡς εἰ θέλοιεν αὐτὸν δημοσίῃ τρέφειν ἐπικλεεστάτην αὐτῶν τὴν πόλιν ποιήσει. τοῖς δὲ ἀκούουσι βουλομένοις τε ἦν ταῦτα, καὶ αὐτοὶ παρῄνεον ἐλθόντα ἐπὶ τὴν βουλὴν δεηθῆναι τῶν βουλευτέων· καὶ αὐτοὶ ἔφασαν συμπρήξειν. ὁ δὲ ἐπείθετο αὐτοῖς, καὶ βουλῆς συλλεγομένης ἐλθὼν ἐπὶ τὸ βουλεῖον ἐδεῖτο τοῦ ἐπὶ τῇ τιμῇ ταύτῃ καθεστῶτος ἀπαγαγεῖν αὐτὸν ἐπὶ τὴν βουλήν. ὁ δὲ ὑπεδέξατό τε καὶ ἐπεὶ καιρὸς ἦν ἀπήγαγε· καταστὰς δὲ ὁ Μελησιγένης ἔλεξε περὶ τῆς τροφῆς τὸν λόγον ὃν καὶ ἐν ταῖς λέσχαις ἔλεγεν. ὡς δὲ εἶπεν ἐξελθὼν ἐκάθητο. ιγ'. Οἱ δὲ ἐβουλεύοντο ὅτι χρεὼν εἴη ἀποκρίνασθαι αὐτῷ. προθυμουμένου δὲ τοῦ ἀπάγοντος αὐτὸν καὶ ἄλλων ὅσοι τῶν βουλευτέων ἐν ταῖς λέσχαις ἐπήκοοι ἐγένοντο, τῶν βουλευτέων ἕνα λέγεται ἐναντιωθῆναι τῇ χρήμῃ αὐτοῦ, ἄλλα τε πολλὰ λέγοντα καὶ ὡς εἰ τοὺς ὁμήρους δόξει τρέφειν αὐτοῖς ὅμιλον πολλόν τε καὶ ἀχρεῖον ἕξουσιν. ἐντεῦθεν δὲ καὶ τοὔνομα Ὅμηρος ἐπεκράτησε τῷ Μελησιγένει ἀπὸ τῆς συμφορῆς· οἱ γὰρ Κυμαῖοι τοὺς τυφλοὺς ὁμήρους λέγουσιν· ὥστε πρότερον ὀνομαζομένου αὐτοῦ Μελησιγένεος τοῦτο γενέσθαι τοὔνομα Ὅμηρος. ιδ'. Καὶ οἱ ξένοι διήνεγκαν ὅτε μνήμην αὐτοῦ ἐποιοῦντο. ἐτελεύτα δʼ οὖν ὁ λόγος τῷ ἄρχοντι μὴ τρέφειν τὸν Ὅμηρον, ἔδοξε δέ πως καὶ τῇ ἄλλῃ βουλῇ. ἐπελθὼν δὲ ὁ ἐπιστάτης καὶ παρεζόμενος αὐτῷ διηγήσατο τοὺς ἐναντιωθέντας λόγους τῇ χρήμῃ αὐτοῦ καὶ τὰ δόξαντα τῇ βουλῇ. Ὁ δέ, ὡς ἤκουσεν, ἐσυμφόρηνέ τε καὶ λέγει τὰ ἔπεα τάδε· οἵῃ μʼ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι, νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων. ἥν ποτʼ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων, ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα, Αἰολίδα Σμύρνην ἁλιγείτονα ποντοτίνακτον ἥν τε διʼ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος· ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα, ἠθελέτην κλῇσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν, οἱ δʼ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν, ἀοιδήν. ἀφραδίῃ τῶν μέν τε παθών τις φράσσεται αὖθις, ὅς σφιν ὀνείδεσσιν τὸν ἐμὸν διεμήσατο πότμον. κῆρα δʼ ἐγὼ τήν μοι θεὸς ὤπασε γεινομένῳ περ τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ. οὐδέ τι μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει δῆμον ἐς ἀλλοδαπῶν ἰέναι ὀλίγον περ ἐόντα. ιε'. Μετὰ τοῦτο ἀπαλλάσσεται ἐκ τῆς Κύμης ἐς Φωκαίην, Κυμαίοις ἐπαρησάμενος μηδένα ποιητὴν δόκιμον ἐν τῇ χώρᾳ γενέσθαι ὅστις Κυμαίους ἐπαγλαϊεῖ. ἀπικόμενος δὲ ἐς Φωκαίην τῷ αὐτῷ τρόπῳ ἐβιότευσεν, ἔπεα ἐνδεικνύμενος ἐν ταῖς λέσχαις κατίζων. ἐν δὲ τῇ Φωκαίῃ τοῦτον τὸν χρόνον Θεστορίδης τις ἦν γράμματα διδάσκων τοὺς παῖδας, ἀνὴρ οὐ κρήγυος· κατανοήσας δὲ τοῦ Ὁμήρου τὴν ποίησιν λόγους τοιούσδε αὐτῷ προσήνεγκε, φὰς ἕτοιμος εἶναι θεραπεύειν καὶ τρέφειν αὐτὸν ἀναλαβών, εἰ ἐθέλοι ἅ γε πεποιημένα εἴη αὐτῷ τῶν ἐπέων ἀναγράψασθαι καὶ ἄλλα ποιῶν πρὸς ἑωυτὸν ἀναφέρειν αἰεί.