ι'. Τέως μὲν οὖν κατεῖχεν ὁ Μελησιγένης περὶ τὸ Νέον τεῖχος, ἀπὸ τῆς ποιήσιός γε τοῦ βίου τὴν μηχανὴν ἔχων. ἐδείκνυον δὲ οἱ Νεοτειχεῖς μέχρις ἐπʼ ἐμοῦ τὸν χῶρον ἐν ᾧ κατίζων τῶν ἐπέων τὴν ἐπίδειξιν ἐποιέετο, καὶ κάρτα ἐσέβοντο τὸν τόπον. ἐν ᾧ καὶ αἴγειρος ἐπεφύκει ἣν ἐκεῖνοι ἔφασαν ἀφʼ οὗ ὁ Μελησιγένης ἦλθεν αὐτοῖς πεφυκέναι.