<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="10"><p rend="indent"><pb facs="homeriopera05home_0214"/>ι'. Τέως μὲν οὖν κατεῖχεν ὁ Μελησιγένης περὶ τὸ Νέον τεῖχος, ἀπὸ τῆς ποιήσιός γε τοῦ βίου τὴν μηχανὴν ἔχων. ἐδείκνυον δὲ οἱ Νεοτειχεῖς μέχρις ἐπʼ ἐμοῦ τὸν χῶρον ἐν ᾧ κατίζων τῶν ἐπέων τὴν ἐπίδειξιν ἐποιέετο, καὶ κάρτα ἐσέβοντο τὸν τόπον. ἐν ᾧ καὶ αἴγειρος ἐπεφύκει ἣν ἐκεῖνοι ἔφασαν ἀφʼ οὗ ὁ Μελησιγένης ἦλθεν αὐτοῖς πεφυκέναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="11"><p rend="indent">ιαʼ. Χρόνου δὲ προϊόντος, ἀπόρως κείμενος καὶ μόλις τὴν τροφὴν ἔχων ἐπενοήθη εἰς τὴν Κύμην ἀπικέσθαι, εἴ τι βέλτιον πρήξει. μέλλων δὲ πορεύεσθαι τάδε τὰ ἔπεα λέγει· 
<quote rend="blockquote"><lb/>αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν· 
<lb/>τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη· </quote>
ἀπὸ δὲ τοῦ Νέου τείχεος πορευόμενος ἀπίκετο εἰς τὴν Κύμην διὰ Λαρίσσης τὴν πορείαν ποιησάμενος· ἦν γὰρ οὕτως αὐτῷ εὐπορώτατον· καί, ὡς Κυμαῖοι λέγουσι, τῷ Φρυγίης βασιλῆϊ Μίδῃ τῷ Γορδίεω δεηθέντων πενθερῶν αὐτοῦ ποιεῖ καὶ τὸ ἐπίγραμμα τόδε, τὸ ἔτι καὶ νῦν ἐπὶ τῆς στήλης τοῦ μνήματος τοῦ Γορδίεω ἐπιγέγραπται· 
<quote rend="blockquote"><lb/> χαλκῆ παρθένος εἰμί, Μίδεω δʼ ἐπὶ σήματι κεῖμαι· 
<pb facs="homeriopera05home_0215"/> 
<lb/>ἔστʼ ἂν ὕδωρ τε ῥέῃ καὶ δένδρεα μακρὰ τεθήλῃ 
<lb/>ἠέλιός τʼ ἀνιὼν λάμπῃ, λαμπρά τε σελήνη, 
<lb/>καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζῃ δὲ θάλασσα, 
<lb/>αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου 
<lb/>ἀγγελέω παριοῦσι Μίδης ὅτι τῇδε τέθαπται. </quote>
</p></div></div></body></text></TEI>