<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg001.1st1K-grc1" n="1"><p rend="indent"><pb facs="homeriopera05home_0208"/>α'. Ἡρόδοτος ὁ Ἁλικαρνασσεὺς περὶ Ὁμήρου γενέσιος καὶ ἡλικίης καὶ βιοτῆς τάδε ἱστόρηκε, ζητήσας ἐπεξελθεῖν εἰς <pb facs="homeriopera05home_0209"/>τὸ ἀτρεκέστατον. ἐπεὶ γὰρ ἡ πάλαι Αἰολιῶτις Κύμη ἐκτίζετο συνῆλθον ἐν ταὐτῷ παντοδαπὰ ἔθνεα Ἑλληνικά, καὶ δὴ καὶ ἐκ Μαγνησίης ἄλλοι τέ τινες καὶ Μελάνωπος ὁ Ἰθαγένεος τοῦ Κρήθωνος, οὐ πολύφορτος ἀλλὰ βραχέα τοῦ βίου ἔχων. οὗτος δὲ ὁ Μελάνωπος ἔγημεν ἐν τῇ Κύμῃ τὴν θυγατέρα Ὀμύρητος, καὶ αὐτῷ γίνεται ἐκ κοίτης θῆλυ τέκνον, ᾧ οὔνομα τίθεται Κρηθηΐδα. καὶ αὐτὸς μὲν ὁ Μελάνωπος καὶ ἡ γυνὴ αὐτοῦ ἐτελεύτησαν τὸν βίον· τὴν δὲ θυγατέρα ἐπιτρέπει ἀνδρὶ ᾧ ἐχρῆτο μάλιστα, Κλεάνακτι τῷ Ἀργείῳ. </p></div></div></body></text></TEI>