ξϛ′. Βιθυνοὶ Βρούτῳ. Οἱ βιαζόμενοι τοὺς ὑπουργεῖν μὴ ἰσχύοντας οὐχ ἃ προστάττουσιν ὠφελοῦνται (ἡδὺ γὰρ ἂν ἦν μὴ γενέσθαι χρείας καὶ οἱ ἐν ἀπειλῇ), ἀλλὰ τὸ δοκεῖν μὴ εὐγνώμονες εἶναι ζημιοῦνται· εἴξουσι γὰρ τῇ ἀνάγκῃ πρὸς τὸ ἄπορον, καὶ εἰ μὴ διὰ φιλανθρωπίαν τῇ ἐνδείᾳ συνέγνωσαν. ἡμεῖς μὲν οὖν τάχιον ἂν εὐπορήσαιμεν καὶ ὑπὲρ ἰσχὺν ἢ ἀρνησόμεθα χορηγεῖν ἔχοντες, σὺ δὲ εἰ πλέον οἴει πορίσειν ἀφ’ ἡμῶν διὰ βίας, ἴσθι μὴ ὧν ἂν παραλίπῃς, ἀλλ’ ὧν ἂν χρήσασθαι δυνηθῇς χάριν ἡμῖν παρέξων. ξζ′. Βροῦτος Βιθυνοῖς. Τὰ πλοῖα ἐγὼ πάντα, ὅσων μοι ἔδει, ἐν θαλάσσῃ ἔχω παρασχόντων μοι Μακεδόνων καὶ Λεσβίων καὶ Φοινίκων. ὑμεῖς οὖν ἐπεὶ παρὰ τοὺς χειμῶνας αἰφνιδίως ἐπιπεσόντας ὑστερήσατε, τετρακόσιά μοι τάλαντα εἰς τὸ ἐπιβατικὸν αὐτῶν συγκομίσατε· νομίζω γὰρ εἰς μηδὲν ὑμῖν τούτων αἴτιον τὸν χειμῶνα γεγονέναι, ἐθελησάντων δὲ ὑμῶν ἐνοχλῆσαι. ξη′. Βιθυνοὶ Βρούτῳ. Ὁ μὲν χειμὼν διεκώλυσε τὴν ναυτικὴν ἡμῶν συμμαχίαν, ἡ δὲ ναυτικὴ παρασκευὴ ἐξανάλωσε τὰ χρήματα, ὥστε ἡμᾶς εἰ καὶ μὴ σοί, ἀλλ’ οὖν αὑτοῖς γε δαπανηρῶς μεμοχθηκέναι. τῆς οὖν χρείας ὑπ’ ἄλλων πεπληρωμένης αἰτούμεθα συγγνώμην, βραδύναντες μὲν διὰ τὴν τύχην, ἀποροῦντες δὲ διὰ τὸ ἀνάλωμα· οὐ γὰρ δυνατὸν ἡμῖν τὰς ναῦς ποιῆσαι χρήματα ὡς ἐκ τῶν χρημάτων ναῦς. ξθ′. Βροῦτος Σαμίοις. Αἱ βουλαὶ ὑμῦν ὀλίγωροι, αἱ ὑπουργίαι βραδεῖαι. τί τούτων τέλος ἐννοεῖσθε. ο′. Σάμιοι Βρούτῳ. βουλεύεσθαι μὲν ὀκνηρῶς ἀσφάλεια, ὑπουργεῖν δὲ βραδέως ἀσθένεια· τούτων ἀμφοτέρων ἓν τέλος συγγνώμη.