ξα′. Βροῦτος Βιθυνοῖς. Ἀκύλαν ἐμὸν φίλον ἔπεμψα πρὸς ὑμᾶς κατασκευάσοντά μοι ναῦς στρογγύλας πεντήκοντα καὶ μακρὰς διακοσίας, τοσαύτας δὲ καὶ Δολοβέλλᾳ πυνθάνομαι ὑμᾶς παρασχέσθαι. ὀρθῶς οὖν ποιήσετε ναύτας καὶ ἐρέτας εἰς ταῦτα τὰ πλοῖα, ἄχρι ἂν πρὸς ἐμὲ ἀνακομισθῇ, παρασχόντες τῷ Ἀκύλᾳ καὶ σιτηρέσιον τούτοις μηνῶν τεσσάρων. τῶν γὰρ εἰς τὴν ναυπηγίαν δεόντων ξύλων καὶ τῆς τούτων παρακομιδῆς ἐπὶ θάλασσαν καὶ τεχνιτῶν εὖ οἶδ’ ὅτι οὐδὲν ἀμελήσετε μηδὲ Δολοβέλλᾳ ἐλλιπόντες. ξβ′. Βιθυνοὶ Βρούτῳ. Οὐκ εἴ τι Δολοβέλλας ἔφθασεν ἁρπάσας, τοῦτο ἤδη καὶ σοὶ λαβεῖν εὔπορον καταλέλοιπεν. οἱ γοῦν ἐκείνῳ πεντήκοντα καὶ ἑκατὸν νεῶν οὐ πλέον δυνάμενοι παρασχεῖν βιασθέντες πῶς οἷοί τε ἂν εἴημεν σοὶ τὰς ἴσας ἐξ ἀπόρων χορηγῆσαι, καὶ μάλιστα σὺν ἐρέταις καὶ ξύλοις καὶ ναυπηγοῖς, ἃ καὶ ἅπαξ εἰσενεγκεῖν χαλεπόν, δὶς δὲ ἀδύνατον; σιτηρέσιον δὲ οὐδὲ Δολοβέλλας ἡμῖν ἅτε μηδ’ εἰ κελεύσειε παρασχεῖν δυνησομένοις ἐπήγγειλε. σύγγνωθι οὖν ἡμῖν καὶ σοὶ ἀρνουμένοις κἀκείνῳ ἀρνήσασθαι μὴ δυνηθεῖσιν. ξγ′. Βροῦτος Βιθυνοῖς. Ἔγραψέ μοι Ἀκύλας πολλήν τινα ὑμῖν ῥᾳθυμίαν ἐγκεῖσθαι τῆς εἰς τὰ πλοῖα ὑπουργίας, ἐγὼ δὲ ἐκεῖνον σφόδρα ἐμεμψάμην τῆς ἀνεξικακίας, πειθόμενον ἐπιστολῶν μοι τῶν καθ’ ὑμῶν, ἃς παρ’ ἕκαστα πέμπων οὐ παύεται, δεῖν μᾶλλον ἢ νεῶν, κἂν εἰ σὺν ταῖς κατ’ αὐτοῦ πρεσβείαις δέοι· οὐ γὰρ οἷόν τε διὰ τούτων ἐκείνας καταρτισθῆναι. ὑμᾶς δὲ ὑπομνήσαιμ’ ἂν ἡδέως καὶ νῦν καὶ ἔπειτα τοῦ μὴ ἄκοντας ἡμῖν ἀλλ’ ἑκόντας καὶ εἰς ταῦτα καὶ εἰς τὰ ἄλλα πάντα ὁμοίως συναγωνίζεσθαι· ἐκ τῶν παρόντων γὰρ καὶ περὶ ἐκείνων ρᾴδιον τεκμαίρεσθαι. ξδ′. Βιθυνοὶ Βρούτῳ. Ἀκύλας οὐ κατήγορος ἡμῶν τῆς ὀλιγωρίας μᾶλλον ἢ μάρτυς φαίνεται τῆς ἀσθενείας. εἰ γοῦν ἀμελοῦντας ἀληθῶς ἐγίγνωσκεν, οὐκ ἂν παρὸν βιάσασθαι τὴν ὀλιγωρίαν περὶ αὐτῆς σοι ἐπέστελλεν, ἄλλως τε μηδ’ ἡμῶν πρεσβεύεσθαι μελλόντων κατὰ τοῦ διακονοῦντος πρὸς τὸν πέμψαντα. νυνὶ δὲ Ἀκύλας μὲν συνεῖδε τὸ τῆς χρείας ἀδύνατον, σὺ δὲ δι’ ἀπειλῆς λύσειν νομίζων τὸ ἄπορον ἀδίκως ἅμα καὶ ἀνωφελῶς χαλεπαίνεις· οὔτε γὰρ ἐλπὶς οὔτε φόβος χορηγίας αἴτιον, ἀλλὰ τὸ δύνασθαι. ξε′. Βροῦτος Βιθυνοῖς. Οἱ ἄκοντες ἡμῖν ὑπηρετοῦντες οὐχ ἃ μὴ βούλονται παρέχειν κερδαίνουσιν (ἀγαπητὸν γὰρ ἂν ἦν αὐτοῖς τοῦτό γε) ἀλλα τὴν ἐπ’ ἐκείνοις χάριν, ἥτις ἂν αὐτοῖς ὠφείλετο ὑφ’ ἡμῶν, ἀποβάλλουσι. κατασκευάσαντες οὖν τὰς ναῦς ὅνπερ τρόπον ἐπεστείλαμεν σὺν τοῖς ἐρέταις καὶ τῷ ὀφειλομένῳ σιτηρεσίῳ πέμψατε, ἢ ἀναγκασθήσεσθε οὐκ ἐπὶ τούτοις ἄχθεσθαι, ἀλλ’ ὧν ἂν ὑπολίπωμεν χάριν ἡμῖν εἰδέναι.