ϛ′. Περγαμηνοὶ Bρούτῳ. Ἐπέμψαμέν σοι χρήματα εἰ καὶ τῆς σῆς ἐλάττονα χρείας, ἀλλ’ οὖν τῆς ἑαυτῶν ὑποσχέσεως πλείονα· παρῃτούμεθα μὲν γὰρ ὡς μικρότερα ἢ βουλόμεθα ἔχοντες, ἐπορίσαμεν δὲ ὡς πλεῖον ἢ δυνάμεθα σπουδάσαντες. ζ′. Βροῦτος Περγαμηνοῖς. Δολοβέλλας ἐστὶν ἡμῖν μὲν πολέμιος, ὑμῖν δὲ φίλος, ᾧ εἰς ἅπαν καὶ καθ’ ἡμῶν ὑπουργεῖσθε. τί δῆτα ἂν ἕποιτο τοῖς τὰ αὐτὰ ἐκείνῳ ἑλομένοις εἰ μὴ ἁλόντας ἴσα πολεμίοις πάσχειν; οὐδὲ γὰρ μετάνοιαν δοτέον τοῖς οὐ πρὶν ἢ εἰς τὸ παντελὲς ἀποκαμεῖν μετανοοῦσι. η′. Περγαμηνοὶ Βρούτῳ. Τῆς μὲν πάλαι πρὸς Δολοβέλλαν φιλίας σὺ αἴτιος, ὀψὲ ἡμῖν ἐπιστέλλων· ἀνάγκη γὰρ τὰς ἐκείνου κολακεύειν ἐπιταγὰς πρὶν ἢ σχεῖν πρὸς ὃν ἀποκλίνωμεν. τὴν δὲ εἰς τὸ μέλλον μετάνοιαν μὴ ἀφαιροῦ τῶν εἰ καὶ βραδέως, ἀλλ’ οὖν ὅταν δύνωνται τὸ ἀγνοηθὲν διορθούντων. θ′. Βροῦτος Περγαμηνοῖς. Ψήφισμα ὑμέτερον οἱ πρέσβεις ὑμῶν ἀπεκόμισάν μοι ἐν Ἀβδήροις τὴν ἀπ’ Ἰταλίας στρατιὰν ἐπισκοπουμένῳ, δεξάμενος δὲ τῆς μὲν βραδυτῆτος ὑμᾶς ἐμεμψάμην (Περγαμηνοὺς γὰρ ταῦτα φρονεῖν ἐκ πολλοῦ ἂν ἐβουλόμην καὶ ἔδει), ἐπῄνεσα δὲ τῆς εἰς τὰ ἄλλα προθυμίας καὶ τῆς δωρεᾶς τῶν διακοσίων ταλάντων, δι’ ἧς πάλαι ἄκοντες δοῦναι Δολοβέλλᾳ τὰ πεντήκοντα ἐπεδείξασθε. ι′. Περγαμηνοὶ Βρούτῳ. Καὶ τάχιον ἐφρονοῦμεν ἃ προσῆκον ἦν, καὶ νῦν οὐ βραδέως ἀλλ’ ἡνίκα δυνατὸν ἐξεγένετο ἡμῖν τὰ εἰκότα συντελοῦμεν. οἱ γοῦν ἐν περιουσίᾳ μὴ πλεῖον Δολοβέλλᾳ πεντήκοντα δόντες ταλάντων τετραπλασίονά σοι καίπερ ἐνδεόμενοι συνεισφέρομεν, ὅπως μάθῃς, ὅσον ἑκούσιος ὑπουργία πενομένων τοὺς ἀβουλήτως ἐν εὐπορίᾳ βιασθέντας ὑπεραίρει.