<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1803.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg1803.tlg001.1st1K-grc1" n="56"><head rend="center"><label>νς′.</label> Τραλλιανοὶ Βρούτῳ.</head><p rend="indent">Οὐ Μηνόδωρος ὑποδέξασθαι τῇ πόλει Δολοβέλλαν καὶ τὴν στρατιὰν αὐτοῦ προηγάγετο ἡμᾶς, ὥσπερ οὐδὲ πάλαι στρατοπεδεύοντα περιορᾶν ἔπειθεν. ἀλλ’ οὐδὲ εἰ ταῦτα ἐπέπρακτο, ἡγούμεθα δοκεῖν αὐτοὶ Μηνοδώρῳ τοιαύτης εὐβουλίας ἀφορμὴν παρεσχῆσθαι· τάχιον γὰρ ἂν τὴν πρὸς Ῥωμαίους ὁμολογήσαιμεν συμμαχίαν ἡμεῖς ἢ σὺ τοῖς παρ’ ἡμῶν τὴν Δολοβέλλα ξενίαν ἐπικαλεῖς, οἷς εἰ καὶ μηδέν, ὡς λέγεις, ὄφελος οἴσεται ἡ πρὸς ἀλλήλους ὁμόνοια, μέγα γοῦν περιγένοιτ’ ἂν τὸ ἐκ τῆς πίστεως εὐσυνείδητον. ὅπλων μέντοι καὶ φυγαδείας οὐδέν τι τοῖς πράγμασι προσδεῖ· Μηνόδωρος γὰρ συναπῆρκε Δολοβέλλᾳ, μὰ Δί’ οὐχ ὡς πιπράσκειν τὴν πατρίδα κεκωλυμένος, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ νομίζων ἀδίκημα τῷ φίλῳ συνίστασθαι εἰς τὰ ἐπιτήδεια. σὺ δ’ εἰ καλὸν ὑπολαμβάνεις, ὥσπερ καὶ ἔστι καλόν, τὸ μὴ περιμένειν ποτὲ ἁμαρτάνοντας ἀμύνεσθαι, πολλῷ μᾶλλον οἰήθητι δεῖν μὴ προεξανίστασθαι τῶν διαβολῶν, ἀλλ’ ἐπὶ τῷ συμβησομένῳ τὴν κρίσιν τηρεῖν, ἐπεὶ δόξεις οὐκ ἐφ’ οἷς ἂν μέμφῃ τοὺς πέλας δυσμενῶς διατίθεσθαι, πρὸς οὓς δ’ ἂν ἔχθραν ἔχῃς, αἰτίας τούτοις ἐπιφέρειν.</p></div><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg1803.tlg001.1st1K-grc1" n="57"><head rend="center"><label>νζ′.</label> Βροῦτος Τραλλιανοῖς.</head><p rend="indent">Χρήματα ὅσα Δολοβέλλας κατέθετο παρὰ Μηνοδώρῳ τῷ ἑαυτοῦ ξένῳ, εἴ τέ τινας ἄλλας παρακαταθήκας, παρὰ τῶν τέκνων αὐτοῦ κομισάμενοι τῶν διαδεξαμένων αὐτοῦ τὴν οὐσίαν μετὰ τὴν ἐκείνου φυγὴν ἀναπέμψατε πρός με· εἰ δέ γε μὴ εἶναί φατε, αὐτοὺς τοὺς ἄνδρας μετὰ τέκνων καὶ γυναικῶν· οὐ γὰρ δίκαιον τοῖς τῶν ἐμῶν πολεμίων φίλοις ἢ καὶ ξένοις περαιτέρω τοῦ μηδὲν αὐτοὺς παθεῖν λυσιτελῆσαι τὴν ἡμετέραν ἐπιείκειαν.</p></div><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg1803.tlg001.1st1K-grc1" n="58"><head rend="center"><label>νη′.</label> Τραλλιανοὶ Βρούτῳ.</head><p rend="indent">Οὔτε Δολοβέλλαν ἐν τοῖς δαπανηροτάτοις τοῦ πολέμου καιροῖς ἀποθησαυρίσαι παρακαταθήκας εἰκός, οὔτε Μηνόδωρον ἀπαλλασσόμενον ἐκ τῆς πατρίδος οἷόν τε καταλιπεῖν οἴκοι τὰ τῆς φυγῆς ἐφόδια. τὸ μέντοι γε ἀναπέμπειν πρός σε ἢ τὰ μὴ ὄντα χρήματα ἢ τοὺς ἀναιτίους ἀνθρώπους τῇ μὲν ἀδύνατον τῇ δὲ ἄδικον· οὐ γὰρ ἄξιον τοῖς ἡμετέροις πολίταις διὰ τοὺς σοὺς πολεμίους μέχρι συμφορᾶς ἀλυσιτελῆ εἶναι τὴν παρ’ ἡμῶν, ἐὰν πεισθῶμεν, προδοσίαν.</p></div><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg1803.tlg001.1st1K-grc1" n="59"><head rend="center"><label>νθ′.</label> Βροῦτος Βιθυνοῖς.</head><p rend="indent">Μηδενὶ δοκείτω χαλεπόν, εἰ πολλὰ εἰσπράττομεν πολλῶν δεόμενοι· τούτων γὰρ ἡμεῖς ἔργα ἀποδίδομεν. εἰ δὲ τὸ τῶν εἰσφορῶν πλῆθος βαρύνεσθε, μεμνῆσθαι χρὴ πόσοι πόνοι σὺν τοῖς διδομένοις ὑφ’ ἡμῶν ἀναλίσκονται. <pb facs="epistolographoih00hercuoft_0283"/> παντὶ γὰρ δῆλον ὅτι τοῦ παρασκευαζομένου κάμνει πλεῖον ὁ ταῖς παρασκευαῖς τοῦ πολέμου χρώμενος, ἄλλως τε καὶ ὑμῶν μὲν τῆς οἰκείας φροντίδος ἑκάστῳ, ἡμῖν δὲ τῆς ἁπάντων προνοεῖν ἀνάγκη.</p></div><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg1803.tlg001.1st1K-grc1" n="60"><head rend="center"><label>ξ′.</label> Βιθυνοὶ Βρούτῳ.</head><p rend="indent">Οὐχ ὅσων δεῖσθαί σοι συμβέβηκεν ἤδη καὶ ἡμῖν εὐπορεῖν τοσούτων περίεστι· γνοίης δ’ ἂν δι’ ὅσων ἀθροίζεται τὰ παρασκευαζόμενα καμάτων ἐξ ὧν αὐτὸς ἀναλίσκων αὐτὰ κοπιᾷς. καίτοι τὸ μὲν ὑπὲρ ἄλλων εἰσφέρειν μετὰ πόνου καὶ ἀλυσιτελὲς φαίνεται, τὸ δὲ ταῖς ἑτέρων παρασκευαῖς χρῆσθαι μετ’ ὠφελείας ἐστὶ ρᾴδιον. εἰ δὲ καὶ ὑπὲρ πολλῶν φὴς κακοπαθεῖν, καὶ ἀπὸ πλειόνων σοι ποριστέον· οὐ γὰρ οἷόν τε ἡμᾶς τοὺς περὶ μόνων ἑαυτῶν φροντίζοντας ταῖς ὑπὲρ ἁπάντων εἰσφοραῖς ἐξαρκεῖν.</p></div></div></body></text></TEI>