να′. Βροῦτος Τραλλιανοῖς. Εἰ μὲν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύειν Δολοβέλλαν ἀνεχόμενοι οἴεσθε μηδὲν ἀδικεῖν με, οὐκ ὀρθῶς φρονεῖτε· εἰ δὲ νομίζετε, ὧν ἂν τοὺς ἑαυτῶν πολεμίους ἀφελώμεθα, τούτων ὑμῖν ὡς ὄντων οἰκείων παραχωρήσειν, αὐτίκα πλανᾶσθαί μοι δοκεῖτε. ἢ εἴργετε οὖν αὐτὸν τῆς σφετέρας, ἢ ὅλως μηδ’ ὑφ’ ἡμῶν ἀδικεῖσθαι φάσκετε ὧν ἂν ἔχειν αὐτοὶ Δολοβέλλαν ἀφελόμενοι, ἀλλὰ μὴ ὑμῖν παραχωρεῖν ἀξιῶμεν. νβ′. Τραλλιανοὶ Βρούτῳ. Καὶ Δολοβέλλας ἐν τῇ ἡμετέρᾳ στρατοπεδεύει, καὶ πᾶς ὁ μετ’ ἐκεῖνον βιαζόμενος ἴστω μὴ ἕξων αὐτὴν δορίκτητον· οὐ γὰρ εἰ στρατηγὸν Ῥωμαίων σύμμαχοι ὄντες μὴ ἐξείργομεν τῆς ἑαυτῶν, ἤδη καὶ τοῖς πρὸς ἐκεῖνον διαφερομένοις ἆθλον αὐτὴν πολέμου κατηγγέλκαμεν, ἀλλ’ ὃς ἂν ἀκόντων ἡμῶν εἰσβιάζηται, δείξομεν ἔργῳ καὶ Δολοϐέλλαν μὴ ἂν ἄλλως εἰ μὴ ἑκόντων στρατοπεδεύειν. νγ′. Βροῦτος Τραλλιανοῖς. Καὶ πρόσθεν ὑμῖν ἐπέστειλα, ὅτι ἁμαρτάνετε Δολοϐέλλαν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύοντα περιορῶντες, καὶ τὸ παρὸν ἴστε, εἰ μὲν ὡς οἰκείας αὐτῷ παραχωρεῖτε, οὐδ’ ἂν εἰ πρὸς ἡμῶν ἀφαιρεθείητε ὧν ἐκείνῳ ὡς ἀλλοτρίων ἐξέστητε, ἡμῖν ὡς ἰδίων ἀντιποιησάμενοι εἰ δὲ ὡς φίλῳ ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύειν δίδοτε, κοινωνεῖν αὐτῷ τῆς ἐπὶ τῷ πολέμῳ τύχης ἀρξάμενοι μενοι οὐδὲ ἡμῖν ἀκούσιοι πολέμιοι φανεῖσθε. νδ′. Τραλλιανοὶ Βρούτῳ. Ἐδηλώσαμέν σοι καὶ πρότερον περὶ Δολοϐέλλα, καὶ νῦν ἴσθι, ὅτι οὔτε ἐν ἰδίᾳ στρατοπεδεύει γῇ, ἔστι γὰρ ἡμετέρα, οὔτε εἴ τις αὐτὴν ἀφέλοιτο ἄλλος, χωρήσομεν ἀκόντων ἔχειν, ὅτι τὰ παρ’ ἡμῶν ἐπιτραπέντα βιάσαιτο. εἰ δὲ δοκοῦμεν τῆς ἐπὶ τῷ πολέμῳ τύχης αὐτῷ κοινωνεῖν, αἱρετώτερον τοῖς ἄρχουσι χειρῶν ἀντιπρᾶξαι ἢ σύμμαχον ἄνδρα ἐξείργοντας ἀκουσίους Ῥωμαίοις ἐχθροὺς φανῆναι. νε′. Βροῦτος Τραλλιανοῖς. Ἠγγέλθη μοι Μηνόδωρον ὑμέτερον πολίτην, ξένον καὶ φίλον Δολοϐέλλᾳ τῷ ἡμετέρῳ πολεμίῳ, καὶ πρότερον ὑμᾶς μὴ εἴργειν αὐτὸν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύοντα πεῖσαι, καὶ νῦν ὅπως καὶ αὐτὸν καὶ τὴν στρατιὰν αὐτοῦ τῇ πόλει δέξησθε συμβουλεύειν. ἐγὼ δὲ ὡς μὲν οὐδὲν ὀνήσει Δολοβέλλαν, εἰ καὶ ταῦτα καὶ ἔτι πλείω τούτων ποιῆσαι προσαχθείητε ὑπὸ Μηνοδώρου ἢ καὶ εἴ τις ἄλλος πείσειεν, οὐκ ἀγνοῶ, οὐδὲ μὴν οὔτε Μηνόδωρον ἡ Δολοβέλλα φιλία καὶ ξενία, οὐ μὴν ἀλλ’ οὐχ ὅπως κολάσαιμί τινας σκοπῶν ἐφεδρεύειν οἶμαι τοῖς ἑνὸς ἑκάστου ἁμαρτήμασιν. ἵνα μέντοι μηδὲν δὲν ἄξιον ἁμαρτεῖν ἀναγκασθῆτε, κελεύω ὑμᾶς Μηνόδωρον φυγαδεῦσαι τῆς πατρίδος τοῦ ἰδίου λυσιτελοῦς ἕνεκα, εἴ γέ τι λυσιτελεῖν ἔμελλεν αὐτῷ τὴν πατρίδα πωλοῦντι, Δολοβέλλαν δὲ μήτε τῇ πόλει δέχεσθαι, τῆς τε γῆς ἐξελάσαι, βιαζόμενον δὲ ὅπλοις ἀμύνασθαι, ἢ ἀπειθοῦντας οὐχ ὑπὸ Μηνοδώρου ταῦθ’ ὑμᾶς οἰήσομαι προαχθέντας πεισθῆναι, ἀλλ’ αὐτοὺς Μηνοδώρῳ τούτων ἀφορμὴν δοῦναι ἐθέλοντας.