μϛ′. Μυρεῖς Βρούτῳ. Συνήσθημέν σοι νικήσαντι τὸν πόλεμον θᾶττον ἢ τὴν παρ’ ἡμῶν συμμαχίαν καίπερ μετὰ σπουδῆς ἐκπεμφθεῖσαν παραγενέσθαι, πρὸς μέντοι τὴν εὔνοιαν οὐδὲ ἡμεῖς ἄπρακτοι ἤλθομεν· οὐδὲ γὰρ ἴσον τῷ μηδ’ ὅλως κινηθέντι τὸ κἂν ἑνὸς ὑστερήσῃ πρὸς τὰ λοιπὰ ἕτοιμον. μζ′. Βροῦτος Μιλησίοις. Οὐδὲ χρημάτων πένεσθαι πόλει συγγνωστόν· ἐκ πολλοῦ γὰρ ὀφείλει φυλάττεσθαι τὸ ἄπορον · τὸ δὲ ἐν τοσούτῳ πλήθει μηδ’ ἄνδρας ὑμᾶς ἔχειν γενναίως ἀγωνιουμένους παντελῶς ἴστε οὐ τύχης ἐνδεεῖς ἀλλὰ τῆς σωτηρίου γνώμης ἐλεγχόμενοι. εἰ δὲ μήτε ὅσα εἰς ἀρετὴν ἀσκεῖτε μήτε ὅσα πρὸς ἰσχὺν παρασκευάζεσθε, ἀδίκως ἴστε πόλις λεγόμενοι. μη′. Μιλήσιοι Βρούτῳ. Καὶ χρημάτων καὶ στρατιωτῶν ἐνδεῖν αἰσχρὸν οὐ τοῖς μὴ ἐν ἰδίᾳ καθεστῶσι χρεία, πολὺ δὲ μᾶλλον τοῖς εἰ καὶ οἴκοθεν εὐποροῖεν, διὰ γοῦν τὸ μὴ ἐπαρκεῖν ἄλλων προσδεομένοις. ἡμεῖς δὲ καὶ γνώμης ἕνεκα καὶ τῆς εἰς τὸ δεῦρο τύχης δοκοῦμεν πόλις εἶναι μέχρι τοῦ εἰ καὶ μὴ ἑτέροις ἐπαρκεῖν, ἀλλ’ οὖν μηδὲ τῶν πέλας χρῄζειν. μθ′. Βροῦτος Μιλησίοις. Εἰ μὲν ἔστιν ὑμῖν ὅπλα ἐν κοινῷ, μὴ χρώμενοι τούτοις ἁμαρτάνετε, μία γὰρ ἰσχὺς ὅπλων τὸ χρῆσθαι· εἰ δὲ καὶ τῆς κατασκευῆς αὐτῶν ἀμελεῖτε, μεμφθέντες ἂν εἰ καὶ ἔχοντες μὴ ἐχρῆσθε, πόσῳ μεμπτότεροι μηδὲ ἔχοντες; ν′. Μιλήσιοι Βρούτῳ. Οὐ τὰ ὅπλα ἰσχὺς ἀνδρῶν, ἀλλὰ τῶν ὅπλων οἱ ἄνδρες· ἐκεῖνα μὲν γὰρ δίχα τῶνδε ἄπρακτα, οἳ δὲ καὶ πορίσαι αὐτὰ καὶ χρήσασθαι αὐτοῖς δύνανται. οὔτε οὖν εἰ ἄπεστιν ὅπλα ἐνδεῖ τοῖς πορίσαι αὐτὰ δυναμένοις, οὔτε χρήσιμα τυγχάνει τοῖς κἂν ἔχωσι χρήσασθαι μὴ δυναμένοις.