μα′. Βροῦτος Σμυρναίοις. Τὸ πρόθυμον τῶν ὑπηκόων διηνεκὲς μὲν ὂν βεβαιότητα δηλοῖ πρὸς τοὺς ἡγεμόνας, ἐλλεῖπον δὲ καὶ τὸν ὅτε ἑτοίμως ὑπούργει χρόνον δι’ ἀσθένειαν ἐλέγχεται τὴν ἑαυτοῦ μᾶλλον ἢ γνώμην ὑπουργοῦν. σπουδάσατε οὖν ἐκπληρῶσαι ὅσα ὑμῖν ἐπέστειλα πρὸς τὸν πόλεμον, ὡς εἰ νῦν κακοὶ φανεῖσθε, μηδ’ ἣν πρόσθεν ἐπορίσασθε μαρτυρίαν ἔτι οἰσόμενοι· οὐ γὰρ χρὴ δοκεῖν ἕξειν τὰ ἴσα μὴ ὁμοίους ἀεὶ φανέντας. μβ′. Σμυρναῖοι Βρούτῳ. Εὐχῆς ἔργον τὸ διηνεκῶς δύνασθαι, καιροῦ δὲ τὸ ἐνίοτε μὴ ἀρκεῖν, τάς τ’ ὑπουργίας οὐ μόνον αἱ ἀσθένειαι τῶν κελευσθέντων, ἀλλὰ καὶ ἡ συνέχεια τῶν ἐπιταγῶν ἐλλιπεῖς ποιεῖ. ἡμεῖς δὲ εἰ καὶ πάλαι διὰ φόβον ἐλειτουργοῦμεν, οὐδ’ ἂν νῦν ἐτολμῶμεν ἀρνεῖσθαι. ἀλλὰ πᾶν τοὐναντίον ἢ δοκεῖ συμβέβηκεν · ἐσπούδασε μὲν γὰρ ἡ γνώμη τότε, ὑποτιμᾶται δὲ νῦν ἡ ἀσθένεια. ὥστε ἄτοπον εἰ τοῖς ἐλλείμμασιν αἱ ὑπουργίαι διαβληθήσονται μᾶλλον ἢ ταῖς ὑπουργίαις παρηγορηθήσεται τὸ ἐλλεῖπον. μγ′. Βροῦτος Μυρεῦσι. Ξάνθιοι ἁλόντες ἑλεεῖσθαι ὑφ’ ἡμῶν ἱκέτευον, ἦν δὲ οἶμαι χαλεπὸν τοὺς τῆς ἐλπίδος τοῦ πολέμου κοινωνοῦντας φεύγειν τὰ πάθη καὶ τὴν ἐκ τῆς νίκης ἡδονὴν θηρωμένους ἴσῃ χρῆσθαι τῇ διαμαρτίᾳ πρὸς τὸ ἄλυπον. καὶ τούτους οὖν ἐπιτηδείους παντελοῦς ἀπωλείας ἐθέμεθα, καὶ τοῖς ἄλλοις ἀποκηρύττομεν, εἰ μὴ εὐθέως ἡμᾶς δέχοιντο, μηδενὶ τὴν ἡμετέραν γνώμην ἐπιεικεστέραν τῆς ἐκείνων τύχης ἔσεσθαι. μδ′. Μυρεῖς Βρούτῳ. Οὐδὲ Ξανθίους ἔδει σωτηρίας ἀποτυχεῖν, ἧς τάχα ἂν καὶ αὐτοὶ μετέδωκαν τοῖς ἐναντίοις, εἰ ἐκράτησαν· ὡς γὰρ ἡ τοῦ νικᾶν ἴση τοὺς πολεμοῦντας ἐλπὶς ἐξαίρει, οὕτω καὶ τὸ τῆς ἥττης πάθος εἰς κοινὸν ἔλεον ἔρχεται διὰ τὸ ἀνθρώπινον· καὶ πρὸς τοὺς λοιποὺς δὲ παρασκευαστικὴν εὐνοίας ἴσθι τὴν χρηστότητα· ἀπειλὴ μὲν γὰρ ἔχθραν ποιεῖ καὶ πρὸς τὰ οἰκεῖα διὰ τὴν ἐκ τῶν φόβων ἀπόγνωσιν, ἐλπὶς δὲ καὶ τοὺς διαφόρους εἰς εὔνοιαν πεπιστευμένην ἤθει προσάγεται. με′. Βροῦτος Μυρεῦσι. Ἡ συμμαχία ὑμῶν ἧκεν ἤδη νενικηκόσιν ἡμῖν. τοῦ μὲν οὖν μηδ’ ὅλως τὸ βράδιον ἀφικέσθαι ἄμεινον, πρὸς μέντοι τὴν τοῦ πολέμου ὑπουργίαν ὁμοίως ἦτε ἄχρηστοι· ἡ γὰρ ἐν πολέμῳ βραδυτὴς ἴσον ἔχει τῷ μηδ’ ὅλως γινομένῳ τὸ ἄπρακτον.