λϛ′. Κυζικηνοὶ Βρούτῳ. Παραπέμψαι τὰ ὅπλα καὶ κατὰ γῆν διὰ τοὺς πολεμίους καὶ κατὰ θάλατταν διὰ τοὺς χειμῶνας χαλεπόν, μάλιστα σοῦ τὰ ἐναντιώτατα συνάψαντος, τάχος καὶ ἀσφάλειαν. ὅμως δὲ σπουδῆς οὐδεμιᾶς λελειψόμεθα, ἐὰν τὰ ἐκ τῆς τύχης συμβησόμενα μὴ τοῖς ἀόκνως ὑπουργήσασι προσθῇς. λζ′. Βροῦτος Κυζικηνοῖς. Ἐκομίσθη τὰ ὅπλα καὶ εἰς ὅν ἐβουλόμεθα καιρόν. τῆς οὖν λειτουργίας ταύτης ἐν δέοντι γενομένης ἀντιδίδομεν ὑμῖν τὴν Προκόννησον σὺν ταῖς ἐν αὐτῇ θουργίαις. λη′. Κυζικηνοὶ Βρούτῳ. Οὔτε κέρδους ἐλπίδι ἐσπουδάσαμεν ἂ ἐπέστειλας, οὔτε εἰς τὰ λοιπὰ ὀκνηρῶς ἐμέλλομεν ἕξειν, ἐπαινεθέντες ἀμισθί. ὅμως ἀξιούμενοι δωρεᾶς ἡδόμεθα τῇ σῇ μαρτυρίᾳ πλέον ἢ ταῖς Προκοννησίων λατομίαις. λθ′. Βροῦτος Κυζικηνοῖς. Οἱ πρέσβεις ὑμῶν συνέτυχόν μοι ἀπιόντι ἐπὶ τὸν πόλεμον καὶ παρεῖσθαι τῆς συμμαχίας ἱκέτευον ἀσθένειαν αἰτιώμενοι καὶ τὸ ἀπορεῖν τὰ κοινά. δίκαιον μὲν οὖν ἦν, πλησίον ἤδη τῆς χρείας κατεπειγούσης, καὶ εἰ πρότερον οὐκ ἔδοτε, κἂν νῦν ἐπιπέμψαι. πλέον γὰρ ἂν ἐτίμα τὴν λειτουργίαν ὑμῶν ὁ καιρός. ἐπεὶ δὲ ἐοίκατε τὰ κακίω τοῦ πολέμου προλαβεῖν ἐλπίδι, τῇ μὲν ἀσθενείᾳ ὑμῶν ἣν αἰτιᾶσθε ἥδομαι (τοὐναντίον γὰρ ἂν ἠχθέσθην ἀκούων ἰσχύειν ὑμᾶς κακοὺς ὄντας), τοὺς δὲ ἄνδρας ὑμῶν συμμάχους μὲν οὐκέτι, ὑπουργοὺς δὲ καὶ ἄκοντας ἕξω. λέληθε δὲ ὑμᾶς οὐδαμῶς ὡς δεινὸν τῆς ἐκ τοῦ πολέμου μετασχεῖν νίκης, εἰ γένοιτο, τοὺς τό γ’ ἐφ’ ἑαυτοῖς εἰς πᾶσαν ἡμᾶς ἀσθένειαν προδόντας. μ′. Κυζικηνοὶ Βρούτῳ. Τὸ σπουδαῖον ἡμῶν οὐκ ἐξ ὧν πολλάκις ὑπουργήσαμεν μόνον, ἀλλὰ καὶ ταῖς παρὰ σοῦ δωρεαῖς μαρτυρηθὲν ἐδόκει πεπιστεῦσθαι. ἐπεὶ δὲ τοῖς κατὰ προαίρεσιν οὐχ ἅπαντες ὁμονοοῦσιν οἱ καιροί, τί δεῖ μέρος ἔχθρας ἀριθμῆσαι τήν ποτε ἀσθένειαν; πᾶν γὰρ τοὐναντίον μιᾶς ὑποληπτέον μεγαλοψυχίας τὸ πολυωρεῖν τοὺς ὀρθῶς διακονήσαντας καὶ συγγνώμην ὑποτιμήσει χαρίζεσθαι. σὺ δὲ καὶ πρὸς ἐφήδεσθαι τῇ ἀδυναμίᾳ ἔφης ἡμῶν, ὥσπερ οὐχὶ σοὶ ἐλλείπειν μέλλοντος ὅσον ἂν ἡμῖν ἐνδέῃ. τοὺς μὲν οὖν ἄνδρας, εἴτε συμμάχους εἴτε ὑπουργοὺς ἐθέλεις (οὐ διοισόμεθα γὰρ περὶ ὀνομάτων), ἄπαγε, ἡμεῖς δὲ εἰ ἀπεγνώκειμέν σου τὰς εἰς τὸν πόλεμον ἐλπίδας, οὐκ ἂν ἐθεραπεύομεν αὐτὰς πρεσβευόμενοι. νῦν δὲ τὰ βέλτιστα εὐχόμενοι περὶ σοῦ καὶ νὴ Δία προσδοκῶντες, εἰ καὶ τῶν ἐπινικίων ἀπελαθησόμεθα ὡς ἐχθροί, τῆς γοῦν χαρᾶς μεθέξομεν ὡς φίλοι.