λα′. Βροῦτος Καυνίοις. Αἱ μὲν κατ’ ὄψιν ὑπουργίαι τῶν ὑπηκόων κολακείας καὶ φόβου τὸ πλέον μεμοίρανται, τὸ δὲ προθύμως εἰς ὃ ἂν ἐπιστέλλωμεν ὑπακούειν πολλὴν ἐνδείκνυται βεβαιότητα. καὶ ὑμεῖς οὖν ὑπὲρ ὧν ἐγράψαμεν διασκέψασθε, πότερον ὑμῶν καὶ τὰς ἄλλας ὑπουργίας δι’ ἀνάγκην ἁπάσας ἢ δι’ εὔνοιαν χρὴ δέχεσθαι. πίστις γὰρ αὐτάρκης βεβαιότητος φανεῖται τὸ διηνεκῶς ὑμῶν εἰς τὰς χρείας ἕτοιμον. λβ′. Καύνιοι Βρούτῳ. Πίστις εὐνοίας οὐ τὸ συνεχῶς ὑπουργεῖν, τοῦτο γὰρ μόνης ἰσχύος ἔργον, ἀλλὰ τὸ μὴ ὀκνεῖν ἐν οἷς ἄν τις δυνατὸς ᾖ καιροῖς. ἡμεῖς δ’ εἰ μέλλοιμεν ἐκ τῶν ἐλλειμμάτων τὴν παλαιὰν σπουδὴν ἀπιστεῖσθαι, μάτην ἂν ἡγησαίμεθα καὶ τὰ πρότερα μεμοχθηκέναι· οὐδὲ γὰρ εἰκὸς τότε ἡμᾶς πεπλάσθαι τὴν πρὸς σὲ φιλίαν, ἣν φόβος μὲν καὶ ἀποῦσαν πάντως ἂν ἐκολάκευσε, κολακεία δὲ καὶ παροῦσαν ἂν διεψεύσατο. λγ′. Βροῦτος Δαμᾷ. Ὅπλων καὶ χρημάτων χρεία. ἢ πέμπε ἢ ἀποφαίνου. λδ′. Δαμᾶς Βρούτῳ. Εὐπορούντων ἔργον τὸ πέμψαι, πενομένων δὲ τὸ ἀποφαίνεσθαι. λε′. Βροῦτος Κυζικηνοῖς. Τὰ ἀπὸ Βιθυνίας ὅπλα παραπέμψατε μέχρι Ἑλλησπόντου ἢ κατὰ γῆν ἐπιθέμενοι ἢ κατὰ θάλατταν, αἴσθοισθε δ’ ἂν αὐτοὶ τῆς ῥᾴονος αὐτῶν κομιδῆς. εἰ μέντοι βραδύτερον ἢ δεῖ ἡμῖν ἔλθοι, ἢ καὶ ὑπὸ τοῖς πολεμίοις γένοιτο, ὑφ’ ὑμῶν ἠδικῆσθαι δόξομεν.