κα′. Βροῦτος Λυκίοις. Ὅσα ὑμῖν ἐστὶ μηχανικὰ ὄργανα τειχομαχίας ἢ ναυμαχίας ἐπὶ Καῦνον, παραπέμψατε Κασσίῳ τῷ συνάρχοντί μου πορθοῦντι Ῥόδον θᾶττον ἡμερῶν τριάκοντα, ἀφ’ ἧς ἂν ἡμέρας τὴν ἐπιστολὴν ταύτην δέξησθε, ἵνα μὴ τοῖς κατ’ ἐκείνων ἡμῖν παρεσκευασμένοις ἀναγκασθῶμεν χρήσασθαι καθ’ ὑμῶν. κβ′. Λύκιοι Βρούτῳ. Ὀξείας ἐπιταγῆς ἀπόκρισις μία τὸ ῥᾳδίως ὑπουργῆσαι. διὸ πειρασόμεθα φθάσαι τοῖς ἔργοις τὴν ἀπὸ σοῦ προθεσμίαν, ἐπεὶ καὶ σὺ ταῖς ἀπειλαῖς τὴν παρ’ ἡμῶν ὑπόσχεσιν ἔφθακας. εἴη μέντοι τὰ ὄργανα μὴ ἄχρηστα φανῆναι διὰ παλαιότητα, ὡς καὶ τὰ Ῥοδίων εὑρήσεις ἐπ’ ἄλλους ἄχρηστα. κγ′. Βροῦτος Λυκίοις. Αἱ μηχαναὶ ὑμῶν μετὰ τὸν πόλεμον, ὡς ἡ παροιμία, ἐκομίσθησαν. ἀλλ’ ὑμᾶς γε ἐπαινοῦμεν· οὐ γὰρ ὑστερήσατε εἰς ἣν ἐκελεύσαμεν προθεσμίαν, Κάσσιος δὲ ἔφθασεν. κδ′. Λύκιοι Βρούτῳ. Καὶ σοὶ τάχιον ἐλπίδος νικᾶν συμβαίνει, καὶ ἡμῖν μὴ βράδιον ἐπιταγῆς ὑπουργεῖν, εἰ μέλλεις τοὺς συμμάχους ἐξ ὧν ἂν κελεύσῃς χρόνων μᾶλλον ἢ ἐξ ὧν ἂν ταχύνῃ Κάσσιος ἀποδέχεσθαι. κε′. Βροῦτος Λυκίοις. Ξάνθιοι τὴν ἐμὴν εὐεργεσίαν ὑπεριδόντες τάφον τῆς ἀνοίας ἐσχήκασι τὴν πατρίδα, Παταρεῖς δὲ πιστεύσαντες ἑαυτοὺς ἐμοὶ οὐδὲν ἐλλείπουσι διοικοῦντες τὰ καθ’ ἕκαστα τῆς ἐλευθερίας. ἐξὸν οὖν καὶ ὑμῖν ἢ τὴν Παταρέων κρίσιν ἢ τὴν Ξανθίων τύχην ἑλέσθαι.