ιϚ′. Κῶοι Βρούτῳ. Καὶ γεωργίαν ἔστιν ὅτε καὶ ναυτιλίαν ἐμποδίζει καιρός, ἀλλ’ οὔτε γῆς ἀποστεροῦνται οὔτε θαλάττης οἱ φύσει ταῦτα ἔχοντες· οὐ γὰρ ἴσον τῷ μηδ’ ὅλως κεκτῆσθαι τὸ κἂν ἐλλείπῃ ποτὲ εἰς τὴν χρείαν εὐδιόρθωτον. ιζ′. Βροῦτος Παταρεῦσιν. Δαμάσιππον Ῥοδίων ναύαρχον μετὰ τὴν Ῥοδίων ἅλωσιν φυγόντα μετὰ δυοῖν καταφράκτων ἐπυθόμην παρὰ Ἑρμοδώρου τοῦ Σαμίου ἐμπόρου πεφηνέναι ἐν τῷ μεγίστῳ ὑμετέρῳ λιμένι. καταχθῆναι μὲν οὖν αὐτὸν ἐκεῖσε οὐδὲν ἁμάρτημα ὑμέτερον ἡγοῦμαι εἶναι, καταχθέντα δὲ εἰ περαιτέρω ποι τῆς γῆς ὑμῶν ἀποδρᾶναι δρᾶναι ἐάσετε, καὶ ἀδικίαν καὶ ἀνανδρίαν ὑμῶν καταγνώσομαι. ιη′. Παταρεῖς Βρούτῳ. Εἰ θᾶττον ἡμῖν Ἑρμόδωρος ἢ σοὶ περὶ τοῦ ναυάρχου προσήγγειλεν, οὐκ ἄν, ὥσπερ εἰσπλεύσας ἔλαθε Δαμάσιππος, οὕτω καὶ ἀπαίρων διέφυγεν, ἀλλὰ μέρος ἂν τῆς Ῥοδίων ἁλώσεως ἐγένετο. νυνὶ δὲ σύγγνωθι τῷ τέλει τῆς ἀγνοίας, ἧς καὶ τῇ ἀρχῄ ὑποτίμησιν δέδωκας· οὔτε γὰρ ἀδικίας ἔργον τὸ λαθόντα καταδέξασθαι, οὔτε ἀσθενείας τὸ ἐκδιδράσκοντα ἀγνοῆσαι. ιθ′. Βροῦτος Καυνίοις. Εὐνοεῖν μὲν ἡμῖν πρεσβευόμενοι προσποιεῖσθε, τὰ δὲ ἔργα εἰς οὐδὲν ὧν ἐχρῆν ἐσπουδακότας ἐλέγχει. ὁρᾶτε οὖν μὴ καὶ ἡμεῖς τῇ διὰ τῶν ἔργων πεισθέντες δυσμενείᾳ μᾶλλον ἢ τὴν ἐκ τῶν λόγων ἡδονὴν θηρώμενοι ὡς ἐχθροῖς ὑμῖν προσενεχθῶμεν. κ′. Καύνιοι Βρούτῳ. Οὐδὲν θαυμαστὸν εἰ πρεσβευόμενοι ὑπὲρ εὐνοίας ἐν ταῖς ὑπουργίαις καταδεέστεροι τῆς χρείας ἐλεγχόμεθα· ἐκεῖνο μὲν γὰρ ἐσπουδακότων ἔργον, τοῦτο δὲ ἀσθενούντων. διὸ χρή τε τὴν ἐκ τῆς προθυμίας διάθεσιν μᾶλλον ἢ τὸ ἐν τοῖς ἔργοις ὑπολιπὲς σκοποῦντα φίλους νομίζειν τοὺς καὶ ἃ μὴ δυνάμεθα σπουδάζοντας.