ια′. Βροῦτος Ῥοδίοις. Ξανθίους ἀποστάντας ἡμῶν χειρωσάμενοι ἡβηδὸν ἀπεσφάξαμεν, τήν τε πόλιν αὐτῶν κατεπρήσαμεν· Παταρεῦσι δὲ προσθεμένοις ἡμῖν τῶν τε φόρων ἄφεσιν ἐδώκαμεν, ἐλευθέρους αὐτοὺς καὶ αὐτονόμους συγχωρήσαντες εἶναι, εἰς ἐπισκευήν τε τῶν ὑπὸ τοῦ χρόνου καταλελυμένων παρ’ αὐτοῖς πεντήκοντα τάλαντα ἐχαρισάμεθα. ὑμῖν οὖν βουλευομένοις περὶ ἑαυτῶν πάρεστιν ὁρᾶν ὄψει, εἴτε χρὴ πολεμίους ἡμᾶς ὥσπερ Ξανθιοι, εἴτε φίλους καὶ εὐεργέτας ὅνπερ τρόπον Παταρεῖς αἱρεῖσθαι. ιβ′. Ῥόδιοι Βρούτῳ. Οὐκ εἰ σὺ βαρέως τοῖς ἐλευθεριάσασι Ξανθίων προσηνέχθης, ἤδη καὶ ἡμεῖς τοὺς ἐπὶ δουλείᾳ δεκασθέντας μιμησόμεθα Παταρεῖς, ἀλλ’ ἐκείνων μὲν ἀπευξάμενοι τὴν τύχην πειρασόμεθα τῆς εὐγενείας ἔχεσθαι, τούτους δὲ μεμψάμενοι τῆς γνώμης οὐ δεησόμεθα τῶν ἀπὸ σοῦ λημμάτων, ἐνδοξοτέραν ἡγούμενοι τὴν μετὰ κινδύνων ἐλευθερίαν τῆς ἐπὶ τῷ κερδαίνειν αὐτομολίας. ιγ′. Βροῦτος Κώοις. Ῥόδος μὲν ἤδη δεδούλωται Κασσίῳ, πόλις αὐθαδέστερον αἰσθομένη τῆς οἰκείας ἰσχύος ἢ βεβαιότερον, Λυκία δὲ ἡμῖν ὑπήκοος πᾶσα, ἣ μὲν πολέμῳ καμοῦσα, ἣ δ’ ἐκ τῆς ἀνάγκης ὠφελημένη τὸ ἀβίαστον· ἑκοῦσα γὰρ εἵλετο ἃ μετ’ οὐ πολὺ ἔμελλε μὴ βουλομένη. καὶ ὑμεῖς οὖν ἕλεσθε ἢ πολέμῳ βιασθέντες δοῦλοι ἢ ἑκουσίως ἡμᾶς δεξάμενοι φίλοι γενέσθαι. ιδ′. Κῶοι Βρούτῳ. Οὔτε ἡ Ῥοδίων ἅλωσις ἐξέπληξεν ἂν τοὺς μὴ τὰ σὰ φρονοῦντας, οὔτε ἡ Λυκίων εὐπραξία μετὰ κολακείας ἔπεισεν· ἐλπὶς γὰρ καὶ φόβος ἐν φίλοις μὲν ἀξιόπιστα, ἐν δὲ τοῖς ἠλλοτριωμένοις εὐκαταφρόνητα. ἀλλ’ ἡμεῖς ἄνωθέν σοι προσχωροῦντες καθ’ ἓν ἀχθόμεθα, εἴ γε δόξομεν ἢ ἀπειλῆς ἢ ὑποσχέσεως γεγονέναι κτῆμα. ἔχε οὖν ἡμᾶς ὑπόδειγμα φιλίας πρὸς ἄλλους μᾶλλον ἢ ἑτέρων ἐφ’ ἡμᾶς προσδέου. ιε′. Βροῦτος Κώοις. Οὐδὲν οὔτε θαλάττης ἄνευ νεῶν οὔτε ἀγεωργήτου γῆς ὄφελος. πονήσατε οὖν περὶ τὰ σκάφη ὡς εἰ τῶνδε εἴητε ἄποροι, μηδὲν ἠπειρωτῶν πλέον ἐκ θαλάττης ὀνησόμενοι.