α′. Βροῦτος Περγαμηνοῖς. Ἀκούω ὑμᾶς Δολοβέλλᾳ χρήματα δεδωκέναι. ἃ εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν· εἰ δὲ ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι. β′. Περγαμηνοὶ Βρούτῳ. Χρήματα Δολοβέλλᾳ μὲν ἔτι εὐποροῦντες ἐβιάσθημεν παρασχεῖν, σὺ δὲ ἡμᾶς δοῦναι θέλοντας ᾔτησας, ὅτε δυσπλήρωτον ἐν ἀπορίᾳ τὸ πρόθυμον. γ′. Βροῦτος Περγαμηνοῖς. Τὰ χρήματα ἡμῖν εἰς ὃν ἐπετάξαμεν καιρὸν μὴ πέμψαντες οὐδὲν ἄλλο εἰ μὴ τὸ δοκεῖν μετὰ τοῦ βεβιάσθαι ταῦτα παρασχεῖν ὠφέλησθε. ὥστε διχόθεν ὑμᾶς βεβλάφθαι, καὶ τῷ τὸ ἀνάλωμα κατ’ ἴσον ὑπομεῖναι (δώσετε γὰρ τοσούτῳ κάκιον ὅσῳπερ ἄκοντες) καὶ τῷ ἣν εἰκὸς ἀντὶ τῶν ὑπουργηθέντων φέρεσθαι χάριν ὑμᾶς ἀφῃρῆσθαι· οὐ γὰρ χρὴ τὴν τῶν προθύμων ὑπηκόων παρρησίαν νέμεσθαι τοὺς οὐκ ἂν εἰ μὴ μετὰ ἀνάγκης ταῦθ’ ἡμῖν παρασχόντας. δ′. Περγαμηνοὶ Βρούτῳ. Εἰ ῥᾴδιος ὁ πορισμὸς ἦν, οὐκ ἂν περιεμείναμεν βραδυτῆτι διαβαλεῖν τὴν χάριν. τί γὰρ δὴ ὄφελος τοῖς κἂν ἀρνήσωνται βιασθησομένοις, ἐὰν μετὰ μελλήσεως ἀμφότερα ζημιωθῶσι, καὶ διδόντες τὸ ἀνάλωμα καὶ τὴν ἀμοιβὴν ἀπολέσαντες; ἀλλ’ ἴσθι ὅτι τὸ μὲν τάχος περιουσίας ἔργον ἐστίν, ὁ δὲ χρόνος σπουδῆς ἐκνικῆσαι βιαζομένης ἀπορίαν. οὐ δὴ δίκαιον τὴν τῶν παρὰ δύναμιν ἐπεκταθέντων κακοπραγίαν ἔλαττον φέρεσθαι τῶν οὐκ ἂν εἰ μὴ ὑπὸ εὐπορίας ταχυνάντων. ε′. Βροῦτος Περγαμηνοῖς. Τὰ χρήματα ὑμῶν ἐκόμισαν οἱ πρέσβεις, ὡς μὲν πρὸς ἣν ᾐτιᾶσθε ἀσθένειαν πλείω, ὡς δὲ πρὸς ἣν ᾐτούμεθα χρείαν ὀλίγα. φυλάττεσθε οὖν μὴ καὶ δύνησθε πλεῖον οὗ προσποιεῖσθε καὶ βούλησθε ἔλαττον οὗ δύνασθε.