VI. Aeschines i. § 128 καὶ οὕτως ἐναργές ἐστι καὶ οὐ πεπλασμένον ὃ λέγω ὥσθʼ εὑρήσετε καὶ τοὺς προγόνους φήμης ὡς θεοῦ μεγίστης βωμὸν ἱδρυμένους, καὶ τὸν Ὅμηρον πολλάκις ἐν τῇ Ἰλιάδι λέγοντα πρὸ τοῦ τι τῶν μελλόντων γενέσθαι φήμη δʼ ἐς στρατὸν ἦλθε. Dem. Epitaph. 29 v. Iliu pers. IV; Aristoph. Pac. 1282, 1283, 1286, 1287 v. p. 116. VII. schol. Τ Ω 420 ἀδύνατον νεκρῶν τραύματα μύειν, ὥς φησιν Ἀριστοτέλης (fr. 159 Rose) εἰρηκέναι Ὅμηρον μῦσεν δὲ περὶ βροτόεσσʼ ὠτειλή. τοῦτο δὲ τὸ ἡμιστίχιον οὐ φέρεται. verissime scholiasta. VIII. Ar. de An. I. c. 2. 404 A 25 ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν εἶναι λέγει τὴν κινοῦσαν, καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς, οὐ μὴ παντελῶς γʼ ὥσπερ Δημόκριτος (§ 100 Diels). ἐκεῖνος μὲν γὰρ ἁπλῶς ταὐτὸν ψυχὴν καὶ νοῦν· τὸ γὰρ ἀληθὲς εἶναι τὸ φαινόμενον· διὸ καλῶς ποιῆσαι τὸν Ὅμηρον ὡς Ἕκτωρ κεῖτʼ ἀλλοφρονέων. IX, X, XI. Ar. Eth. Nic. iii. 8. 1116 B 26 ἰτητικώτατον γὰρ ὁ θυμὸς πρὸς τοὺς κινδύνους, ὅθεν καὶ Ὅμηρος σθένος ἔμβαλε θυμῷ καὶ μένος καὶ θυμὸν ἔγειρε καὶ δριμὺ δʼ ἀνὰ ῥῖνας μένος ‹ ω 318, 319 ordine turbato› καὶ ἔζεσεν αἷμα. XII. Chrysippus ap. Galen. de plac. Hipp. et Plat. iii. 115 πρῆσεν ἐνὶ στήθεσφιν ἐρισθενέος Διὸς ἀλκὴν γνωμέναι.