<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg013.1st1K-grc1"><div type="textpart" subtype="work" n="1"><pb n="106"/><head>Recensio b.</head><p>ιϚ ΄. Τοῦ τῶν ζῳδίων κύκλου αἰ ἴσαι περιφέρειαι οὐκ ἐν ἴσῳ χρόνῳ
                            ἐξαλλάσσουσι τὸ ἀφανὲς ἡμισφαίριον, ἀλλʼ ἐν πλείονι χρόνῳ ἀεὶ ἡ ἔγγιον
                            τοῦ χειμερινοῦ τροπικοῦ <lb n="5"/> τῆς ἀπώτερον, ἐν ἴσῳ δὲ αἰ ἴσον
                            ἀπέχουσαι ὁποτεροσοῦν τῶν συναφῶν.</p><p>ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓ, καὶ θερινὸς μὲν τροπικὸς ἔστω ὁ ΑΒ,
                            χειμερινὸς δὲ τροπικὸς ἔστω ὁ ΓΤ, ὁ δὲ τῶν ζῳδίων κύκλος θέσιν ἐχέτω τὴν
                            ΑΓΕ, καὶ <lb n="10"/> ἀπειλήφθωσαν ἴσαι περιφέρειαι αἰ ∠Ε, ΕΖ
                            λέγω, ὅτι αἱ ∠Ε, ΕΖ οὐκ ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ ἀφανὲς
                            ἡμισφαίριον, ἀλλʼ ἐν πλείονι ἡ ∠Ε περιφέρεια τῆς ΕΖ
                            περιφερείας.</p><p>ἀπειλήφθωσαν γὰρ ταῖς ∠Ε, ΕΖ περιφερείαις ἴσαι <lb n="15"/> τε καὶ
                            ἀπεναντίον περιφέρειαι αἱ ΗΘ, ΘΚ· αἱ ΗΘ, ΘΚ ἄρα περιφέρειαι οὐκ ἐν ἴσῳ
                            χρόνῳ ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον, ἀλλʼ ἐν πλείονι ἡ ΗΘ τῆς ΚΘ
                            ἀλλʼ ἐν ᾧ μὲν χρόνῳ ἡ ΗΘ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἡ ∠Ε
                            τὸ ἀφανές, ἐν ᾧ δὲ ἡ ΘΚ τὸ φανερὸν <lb n="20"/> ἡμισφαίριον ἐξαλλάσσει,
                            ἡ ΕΖ τὸ ἀφανές· αἱ ∠Ε, ΕΖ ἄρα περιφέρειαι οὐκ ἐν ἴσῳ χρόνῳ
                            ἐξαλλάσσουσι τὸ ἀφανὲς ἡμισφαίριον, ἀλλʼ ἐν πλείονι ἡ ∠Ε τῆς
                            ΕΖ.</p><note type="footnote">2. ιϛʹ] ιζ Vat. 10 Ante ἴσαι del. αἱ Vat. 15. αἱ HΘ,
                            ΘΚ] supra add. m. 2 Vat.</note><pb n="108"/><p>λέγω, ὅτι καὶ ἐν ἴσῳ χρόνῳ αἱ ἴσον ἀπέχουσαι ὁποτεροσοῦν τῶν τροπικῶν
                            συναφῶν ἐξαλλάσσουσι τὸ ἀφανὲς ἡμισφαίριον.</p><p>ἔστωσαν γὰρ καθʼ ὧν φέρεται τὰ Δ, Ε, Ζ, Κ, Θ, Η <lb n="5"/> σημεῖα
                            παράλληλοι κύκλοι οἱ ∠Ο, ΚΞ, ΖΡ, ΚΝ, ΘΜ, ΗΛ. αἱ ΗΘ, ΛΜ ἄρα
                            περιφέρειαι ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον· ἀλλʼ ἐν
                            μὲν χρόνῳ ἡ ΗΘ τὸ φανερὸν ἡμισφαίριον ἐξαλλάσσει, ἡ ∠Ε τὸ ἀφανὲς
                            ἐξαλλάσσει· ἔν ᾧ δὲ ἡ ΛΜ τὸ φανερὸν ἡμισφαίριον <lb n="10"/> ἐξαλλάσσει,
                            ἡ ΞΟ τὸ ἀφανὲς ἐξαλλάσσει· αἱ ∠Ε ΟΞ ἄρα περιφέρειαι ἐν ἴσῳ χρόνῳ
                            ἔξαλλάσσουσι τὸ ἀφανὲς ἡμισφαίριον.</p><p>ιζ΄. Τῶν ἐφʼ ἑκάτερα τοῦ ἰσημερινοῦ περιφερειῶν ἴσων τε καὶ ἴσον
                            ἀπεχουσῶν τοῦ ἰσημερινοῦ ἔν ᾦ χρόνῳ ἡ <lb n="15"/> ἑτέρα ἐξαλλάσσει τὸ
                            φανερὸν ἡμισφαίριον, ἡ ἑτέρα τὸ ἀφανές, καὶ ἔν ᾧ χρόνῳ ἡ ἑτέρα
                            ἐξαλλάσσει τὸ ἀφανὲς ἡμισφαίριον, ἡ ἑτέρα τὸ φανερόν.</p><p>ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓ, ἰσημερινὸς δὲ κύκλος ἔστω ὁ Β∠Γ, ὁ δὲ
                            τῶν ζῳδίων κύκλος θέσιν ἐχέτω ὡς <lb n="20"/> τὴν ΑΕΘ, καὶ τοῦ Β∠Γ
                            ἰσημερινοῦ ἔφʼ ἑκάτερα ἴσαι τε καὶ ἴσον ἀπέχουσαι περιφέρειαι ἔστωσαν αἱ
                            ΘΚ, ΖΗ. λέγω, ὅτι, ἐν ᾧ χρόνῳ ἡ ΘΚ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἡ
                            ΖΗ τὸ ἀφανές.</p><note type="footnote">2. ἐξαλλάσσουσι τὸ ἀφανὲς ἡμισφαίριον] addidi. 4. Κ,
                            Θ, Η] Η, Θ, Κ Vat. 13. ιξ΄] ιη΄ Vat.</note><pb n="110"/><p>κείσθω γὰρ τῇ ΖΗ ἴση τε καὶ ἀπεναντίον περιφέρεια ἡ ΛΜ. αἱ ΜΛ, ΘΚ ἄρα
                            περιφέρειαι ἐν ἴσῳ χρόνῳ ἔξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον· ἀλλʼ ἐν ᾦ
                            χρόνῳ ἡ ΜΛ τὸ φανερὸν ἡμισφαίριον ἐξαλλάσσει, ἡ ΖΗ τὸ <lb n="5"/> ἀφανὲς
                            ἐξαλλάσσει· καὶ ἐν ᾦ ἄρα χρόνῳ ἡ ΘΚ περιφέρεια ἐξαλλάσσει τὸ φανερὸν
                            ἡμισφαίριον, ἡ ΗΖ περιφέρεια τὸ ἀφανὲς ἐξαλλάσσει. διὰ τὰ αὐτὰ δὴ καὶ ἐν
                            ᾦ χρόνῳ ἡ ΘΚ περιφέρεια ἐξαλλάσσει τὸ ἀφανὲς ἡμισφαί- ριον, ἡ ΗΖ τὸ
                            φανερὸν ἐξαλλάσσει.</p><lb n="10"/><p>ιη΄. Τῶν δὲ ἐν τῷ ἡμικυκλίῳ τῷ ἀπολαμβανομένῳ ὑπὸ τοῦ ἰσημερινοῦ πρὸς τῷ
                            θερινῷ τροπικῷ ἴσων περιφερειῶν ἐν πλείονι χρόνῳ ἡ ἑτέρα αὐτῶν
                            ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ λοιπὴ τὸ ἀφανὲς καὶ ἡ τυχοῦσα
                            τῆς τυχούσης.</p><lb n="15"/><p>ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓ καὶ θερινὸς μὲν τροπικὸς ἔστω ὁ ΑΞ, χειμερινὸς
                            δὲ ὁ #8736;Ο, ἰσημερινὸς δὲ κύκλος ἔστω ὁ ΒΕΓ, ὁ δὲ τῶν ζῳδίων κύκλος
                            θέσιν ἐχέτω τὴν ΑΕΟ, καὶ ἐν τῷ ΤΑΕ ἡμικυκλίῳ ἴσαι περιφέρειαι ἔστωσαν αἰ
                            ΖΗ, ΘΚ, ἔγγιον δὲ ἔστω τοῦ θερινοῦ <lb n="20"/> τροπικοῦ ἡ ΖΗ λέγω, ὅτι
                            ἔν πλείονι χρόνῳ ἡ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΘΚ τὸ ἀφανὲς
                            καὶ ἡ τυχοῦσα τῆς τυχούσης.</p><p>κείσθω γὰρ τῇ ΘΚ περιφερείᾳ ἴση τε καὶ ἀπεναντίον περιφέρεια ἡ ΜΝ. ἔγγιον
                            ἄρα ἡ Ζ τοῦ θερινοῦ τροπικοῦ <lb n="25"/> ἤπερ ἡ ΜΝ. ἐν πλείονι ἄρα
                            χρόνῳ ἡ ΖΗ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΜΝ. τὸ φανερόν.
                                <note type="footnote">5. ἄρα] om. Vat., supra add. m. 2. 10. ιηʹ]
                                ιθ΄ Vat. δέ] del. m. 2 Vat 24. ΖΗ ] add. περιφέρεια m 2 Vat</note>
                            <pb n="112"/> ἀλλʼ ἐν ᾧ χρόνῳ ἡ ΜΝ περιφέρεια ἐξαλλάσσει τὸ φανερὸν
                            ἡμισφαίριον, ἡ ΘΚ τὸ ἀφανές· ἐν πλείονι ἄρα χρόνῳ ἡ περιφέρεια
                            ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΘΚ τὸ ἀφανές.</p><lb n="5"/><p>ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἡ τυχοῦσα τῆς τυχούσης ἐν πλείονι χρόνῳ
                            ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ λοιπὴ τὸ ἀφανές.</p><p>ὡσαύτως δὲ καὶ τῶν ἐν τῷ ἑτέρῳ ἡμικυκλίῳ τῷ ἀπολαμβανομένῳ ὑπὸ τοῦ
                            ἰσημερινοῦ πρὸς τῷ χειμερινῷ <lb n="10"/> τροπικῷ ἴσων περιφερειῶν ἐν
                            πλείονι χρόνῳ ἡ ἑτέρα αὐτῶν ἐξαλλάσσει τὸ ἀφανὲς ἡμισφαίριον ἤπερ ἡ
                            λοιπὴ τὸ φανερὸν καὶ ἡ τυχοῦσα τῆς τυχούσης.</p><note type="footnote">quo temapore arcus ΜN conspicuum hemisphaerium
                            permnutat, eo ΘΚ obscurum [prop. XV]. itaque maiore <lb n="15"/> tempore
                            arcus ΖΗ conspicuum hemisphaeriumm permutat quam ΘΚ obscurum.</note><note type="footnote">iam similiter demonstrabimus, etiamm quemlibet
                            quolibet conspicuum hemisphaerum maiore temmpοre permutare quam reliquum
                            obscurumm.</note><lb n="20"/><note type="footnote">eadem ratione arcuum aequalium in altero semicirculo,
                            qui aequinoctiali ad hiemalem tropicum abscinditur, maiore tempore alter
                            obscurum hemisphaerium permutat quam reliquus conspicuum et quilibet
                            quolibet.</note><note type="footnote">8. τῶν] corr. ex τῷ m. 2 Vat. Ia fine: τῆς τυχούσης †
                            τέλος (minio), mg. φυ λλ΄ της΄΄ m. 2 Vat.</note></div></div></body></text></TEI>