<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg011.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="pr"><p>Όψιν εἶναι εὐθεῖαν, ἧς τὰ μέσα πάντα τοῖς ἄκροις ἐπιπροσθεῖ.</p><p>Τὰ ὁρώμενα ἅπαντα καθʼ εὐθείας ὁρᾶσθαι.</p><p>Ἐνόπτρου τεθέντος ἐν ἐπιπέδῳ καὶ θεωρουμένου <lb n="5"/> τινὸς ὕψους,
                                ὃ πρὸς ὀρθάς ἐστι τῷ ἐπιπέδῳ, γίγνονται ἀνάλογον, ὡς ἡ μεταξὺ τοῦ
                                ἐνόπτρου καὶ τοῦ θεωροῦντος εὐθεῖα πρὸς τὴν μεταξὺ τοῦ ἐνόπτρου καὶ
                                τοῦ πρὸς ὀρθὰς ὕψους, οὕτω τὸ τοῦ θεωροῦντος ὕψος πρὸς τὸ πρὸς ὀρθὰς
                                τῷ ἐπιπέδῳ ὕψος.</p><lb n="10"/><p>Ἐν τοῖς ἐπιπέδοις ἐνόπτροις τοῦ τόπου καταληφθέντος, ἐφʼ ὃν ἡ κάθετος
                                πίπτει ἀπὸ τοῦ ὁρωμένου, οὐκέτι ὁρᾶται τὸ ὁρώμενον.</p><p>Καὶ ἐν τοῖς κυρτοῖς ἐνόπτροις καταληφθέντος τοῦ τόπου, διʼ οὗ ἀπὸ τοῦ
                                ὁρωμένου εἰς τὸ κέντρον ἄγεται <lb n="15"/> τῆς σφαίρας, οὐκέτι
                                ὁρᾶται τὸ ὁρώμενον. τὸ δʼ αὐτὸ καὶ ἐν τοῖς κοίλοις συμβαίνει.</p><p>Ἐὰν εἰς ἀγγεῖον ἐμβληθῇ τι καὶ λάβῃ ἀπόστημα ὡς μηκέτι ὁρᾶσθαι, τοῦ
                                αὐτοῦ ἀποστήματος ὄντος ἐὰν ὕδωρ ἐγχυθῇ, ὀφθήσεται τὸ ἐμβληθέν.</p></div></div></body></text></TEI>