<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg011.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="pr"><p>Όψιν εἶναι εὐθεῖαν, ἧς τὰ μέσα πάντα τοῖς ἄκροις ἐπιπροσθεῖ.</p><p>Τὰ ὁρώμενα ἅπαντα καθʼ εὐθείας ὁρᾶσθαι.</p><p>Ἐνόπτρου τεθέντος ἐν ἐπιπέδῳ καὶ θεωρουμένου <lb n="5"/> τινὸς ὕψους,
                                ὃ πρὸς ὀρθάς ἐστι τῷ ἐπιπέδῳ, γίγνονται ἀνάλογον, ὡς ἡ μεταξὺ τοῦ
                                ἐνόπτρου καὶ τοῦ θεωροῦντος εὐθεῖα πρὸς τὴν μεταξὺ τοῦ ἐνόπτρου καὶ
                                τοῦ πρὸς ὀρθὰς ὕψους, οὕτω τὸ τοῦ θεωροῦντος ὕψος πρὸς τὸ πρὸς ὀρθὰς
                                τῷ ἐπιπέδῳ ὕψος.</p><lb n="10"/><p>Ἐν τοῖς ἐπιπέδοις ἐνόπτροις τοῦ τόπου καταληφθέντος, ἐφʼ ὃν ἡ κάθετος
                                πίπτει ἀπὸ τοῦ ὁρωμένου, οὐκέτι ὁρᾶται τὸ ὁρώμενον.</p><p>Καὶ ἐν τοῖς κυρτοῖς ἐνόπτροις καταληφθέντος τοῦ τόπου, διʼ οὗ ἀπὸ τοῦ
                                ὁρωμένου εἰς τὸ κέντρον ἄγεται <lb n="15"/> τῆς σφαίρας, οὐκέτι
                                ὁρᾶται τὸ ὁρώμενον. τὸ δʼ αὐτὸ καὶ ἐν τοῖς κοίλοις συμβαίνει.</p><p>Ἐὰν εἰς ἀγγεῖον ἐμβληθῇ τι καὶ λάβῃ ἀπόστημα ὡς μηκέτι ὁρᾶσθαι, τοῦ
                                αὐτοῦ ἀποστήματος ὄντος ἐὰν ὕδωρ ἐγχυθῇ, ὀφθήσεται τὸ ἐμβληθέν.</p></div><div type="textpart" subtype="chapter" n="1"><lb n="20"/><head>α΄.</head><p>Ἀπὸ τῶν ἐπιπέδων ἐνόπτρων καὶ κυρτῶν καὶ κοίλων αἱ ὄψεις ἐν ἴσαις
                                γωνίαις ἀνακλῶνται.</p><note type="footnote">Ὅροι m, ὅροι κατοπτρικῶν m. rec. v. 1. Supra
                                εὐθεῖαν ἧς scr. ὑποκείσθω m. 2 V, mg. m. 1; κατὰ κοινοῦ τὸ ὑπο-
                                κείσθω ἧς] corr. ex εἶς v. 5. ἐστιν V v. γίνονται M.</note><pb n="288"/><p>ἔστω ὄμμα τὸ Β, ἔνοπτρον ἐπίπεδον τὸ ΑΓ. ὄψις δʼ ἀπὸ τοῦ ὄμματος
                                φερέσθω ἡ ΒΚ καὶ ἀνακεκλάσθω ἐπὶ τὸ ∠. φημὶ δὴ τὴν Ε γωνίαν
                                ἴσην εἶναι τῇ Ζ. ἤχθωσαν κάθετοι ἐπὶ τὸ ἔνοπτρον αἱ ΒΓ, ∠Α.
                                οὐκοῦν <lb n="5"/> ἐστιν, ὡς ἡ ΒΓ πρὸς ΓΚ, ἡ ∠Α πρὸς ΑΚ· τοῦτο
                                γὰρ ἐν τοῖς ὅροις ὑπέκειτο· ὅμοιον ἄρα τὸ ΒΓΚ τρί γωνον τῷ ∠ΑΚ
                                τριγώνῳ. ἴση ἄρα ἡ Ε γωνία τῇ γωνίᾳ· τὰ γὰρ ὅμοια τρίγωνα ἰσογώνιά
                                ἐστιν.</p><p>ἔστω δὴ κυρτὸν ἔνοπτρον <lb n="10"/> τὸ ΑΚΓ, ὄψις δὲ ἡ ΒΚ ἀνακλωμένη
                                ἐπὶ τὸ ∠. λέγω, ὅτι ἴδη ἐστὶν ἡ Ε, Θ γωνία τῇ Ζ, Λ. παρέθηκα
                                ἐπίπεδον ἔνοπτρον <lb n="15"/> τὸ ΝΜ· ἴση ἄρα ἐστὶν ἡ Ε γωνία τῇ Ζ.
                                ἀλλὰ καὶ ἡ Θ τῇ Λ· ἐφάπτεται γὰρ ἡ ΜΝ. ὅλη ἄρα ἡ Ε, Θ ὅλῃ τῇ Λ, Ζ
                                ἐστιν ἴση.</p><p>ἔστω δὴ πάλιν κοῖλον ἔνοπτρον τὸ ΑΚΓ, ὄψις δὲ <lb n="20"/> ἡ ΒΚ
                                ἀνακλωμένη ἐπὶ τὸ ∠. λέγω, ὅτι ἡ Ε γωνία ἴση ἐστὶ τῇ Ζ.
                                παρατεθέντος γὰρ ἐπιπέδου ἐνόπτρου ἴση γίγνεται ἡ Θ, Ε γωνία τῇ Ζ,
                                Λ· ἴση δὲ καὶ ἡ Θ τῇ Λ· λοιπὴ ἄρα ἡ Ε τῇ Ζ ἴση ἔσται.</p><note type="footnote">1. Post Β add. καί m. rec. V. 2. ΒΚ| ΒΕ M. 5. Ante
                                ΓΚ add. τήν M, m. rec V. ΑΚ] τὴν ΑΚ, ΑΚ e corr., M; τήν add. m. rec.
                                V. 6. ὑπέκειτο] mut. in ὑπόκειται m. rec. V.</note><note type="footnote">7. Post ἄρα add. ἐστίν m. rec V. 8. τρίγωνα] om.
                                M. 9. β΄ V. 10. ΑΚΓ] corr. ex ΑΚ m. rec. V. 15. τὸ ΝΜ — 18. ἴση]
                                eras. V, m. rec. : τὸ ΝΜ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΜΚΒ γωνία τῇ ὑπὸ
                                ΝΚ∠, ἀλλὰ καὶ ἡ ὑπὸ ΓΜΚ τῇ ὑπὸ ΑΚΝ· ἐφάπτεται γὰρ ἡ ΜΝ· ὅλη
                                ἄρα ἡ ὑπὸ BΚΓ τῇ ὑπὸ ∠;ΚΑ ἴση</note></div><div type="textpart" subtype="chapter" n="2"><pb n="290"/><head>β΄.</head><p>Πρὸς ὁποῖον ἂν τῶν ἐνόπτρων προσπέσῃ ὄψις ἴσας ποιοῦσα γωνίας, αὐτὴ
                                διʼ ἑαυτῆς ἀνακλασθήσεται.</p><p>ἔστω ἔνοπτρον ἐπίπεδον τὸ ΑΓ, ὄμμα δὲ τὸ Β, <lb n="5"/> ὄψις δὲ ἡ ΒΚ
                                προσπεπτωκέτω ἴσας ποιοῦσα γωνίας τὴν Ε, Ζ τῇ Θ. λέγω, ὅτι
                                ἀνακλωμένη ἡ ΒΚ ἐφʼ ἑαυτῆς ἥξει, τουτέστιν ἐπὶ τὸ Β. μὴ γάρ, ἀλλʼ εἰ
                                δυνατόν, ἡκέτω ἐπὶ τὸ ∠. καὶ ἐπειδὴ αἱ ὄψεις ἐν ἴσαις
                                ἀνακλῶνται γωνίαις, ἴση ἐστὶν ἡ Ε γωνία τῇ Θ, <lb n="10"/> ἐδείχθη
                                δὲ καὶ ἡ Ε, Ζ γωνία τῇ Θ ἴση. καὶ ἡ Ε, Ζ ἄρα γωνία τῇ Ε γωνίᾳ ἔσται
                                ἴση, ἡ μείζων τῇ ἐλάσσονι· ὅπερ ἐστὶν ἀδύνατον. ἡ ἄρα ΒΚ διʼ αὑτῆς
                                ἀνακλασθήσεται. ἡ δʼ αὐτὴ ἀπόδειξις ἁρμόσειεν ἂν ἐπὶ τῶν κυρτῶν καὶ
                                τῶν κοίλων ἐνόπτρων.</p></div><div type="textpart" subtype="chapter" n="3"><lb n="15"/><head>γ΄.</head><p>Πρὸς ὁποῖον ἂν τῶν ἐνόπτρων προσπίπτουσα ὄψις ἀνίσους ποιῇ γωνίας,
                                οὔτε διʼ ἑαυτῆς ἀνακλασθήσεται οὔτε ἐπὶ τῆς ἐλάσσονος γωνίας.</p><p>ἔστω ἐπίπεδον ἔνοπτρον τὸ ΑΚΗΓ, ὄψις δὲ ἡ ΒΚ <lb n="20"/> προσπιπτέτω
                                μείζονα ποιοῦσα γωνίαν τὴν Ζ τῆς Θ, Λ. λέγω, ὅτι ἡ ΒΚ ἀνακλωμένη
                                οὔτε αὐτὴ διʼ ἑαυτῆς ἀνακλασθήσεται οὔτε ἐπὶ τὴν Θ, Λ γωνίαν. εἰ μὲν
                                    <note type="footnote">1. β΄] δ΄ Vv. 2 προσπέσοι M. Dein add. ἡ
                                    m, m. rec. V. 6. τήν — Θ] τὰς ὑπὸ ΑΚΒ, ΓΚΒ m, m. rec V.</note>
                                <note type="footnote">ΒΚ] ΒΕ M. 8. ἡκέτω] ἱκέτω M. ὄψις v, corr. m.
                                    2.</note>
                                <note type="footnote">9. Ε] ὑπὸ ΑΚ∠ m, m. rec V. Θ] ὑπὸ ΓΚΒ m,
                                    m. rec. V.</note>
                                <note type="footnote">10. Ε, Ζ (pr.) — Θ] ὑπὸ ΑΚΒ τῇ ὑπὸ ΓΚΒ m, m.
                                    rec. V.</note>
                                <note type="footnote">Ε, Ζ (alt.)] ὑπὸ ΑΚΒ m, m. rec. V. 11. Ε] ὑπὸ
                                    ΑΚ∠ m, m. rec. V. γωνία ἔσται] ἐστιν m, m. rec. V.
                                    ἐλάττονι M.</note>
                                <note type="footnote">12. ἐστίν] om. M. ΒΚ] ΒΕ M. διʼ αὑτῆς] ὄψις
                                    ἐφʼ ἑαυτῆς m, m. rec. V αὑτῆς] mut. in ἑαυτῆς m. 2 v 13.
                                    ἁρμόσειεν] ἁρμόσειε καί m, m. rec. V. ἄν] M, om. Vmv.</note>
                                <pb n="292"/> γὰρ ἥξει ἐπὶ τὸ Β, ἔσται ἡ Ζ γωνία τῇ Θ, Λ ἴση· ὅπερ
                                ἄτοπον· ὑπόκειται γὰρ μείζων. εἰ δὲ διὰ τοῦ ∠, ἴση ἔσται ἡ Ζ
                                γωνία τῇ Θ· ἔστι δὲ μείζων. ἡ ἄρα ΒΚ ἀνακλασθήσεται ἐπὶ τὴν μείζονα
                                γωνίαν τὴν Ζ· <lb n="5"/> δυνατὸν γὰρ ἀπὸ τῆς μείζονος τῇ ἐλάσσονι
                                ἴσην ἀφαιρεθῆναι. ἔστι δὲ ἡ αὐτὴ ἀπόδειξις ἐπὶ τῶν κυρτῶν καὶ
                                κοίλων.</p></div><div type="textpart" subtype="chapter" n="4"><head>δ΄.</head><p>Αἱ ὄψεις ἐπὶ τῶν ἐπιπέδων ἐνόπτρων καὶ κυρτῶν <lb n="10"/>
                                ἀνακλώμεναι οὔτε συμπεσοῦνται ἀλλήλαις οὔτε παράλληλοι ἔσονται.</p><p>ἔστω ἐπίπεδον ἔνοπτρον τὸ ΑΓ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ ἀνακλώμεναι αἱ
                                ΒΓ∠, ΒΑΕ. λέγω, ὅτι αἱ Γ∠, ΑΕ οὔτε παράλληλοί εἰσιν οὔτε
                                συμπεσοῦνται ἐπὶ <lb n="15"/> τὰ ∠, Ε. ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ
                                γωνία τῇ Θ, ἡ δὲ Κ τῇ Μ, μείζων δὲ ἡ Ζ τῆς Κ διὸ τὸ ἐκτὸς εἶναι ἐν
                                τῷ ΒΑΓ τριγώνῳ, μείζων ἂν εἴη καὶ ἡ Θ τῆς Μ. οὐκ ἄρα παράλληλος ἡ
                                Γ∠ τῇ ΑΕ ἐστιν, οὐδὲ συμπίπτουσιν ἐπὶ τὰ Ε, ∠.</p><lb n="20"/><p>ἔστω πάλιν κυρτὸν ἔνοπτρον τὸ ΑΖΓ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ ἀνακλώμεναι
                                αἱ ΒΖ∠, ΒΗΕ. λέγω, ὅτι αἱ Ζ∠, ΕΗ οὔτε παράλληλοί εἰσιν
                                οὔτε συμ- <note type="footnote">1. Β, ἔσται] Β α V m. 1, β ἔσται m,
                                    m. rec. V; ΒΕ e corr. M, ΒΚ v. Ζ] ὑπὸ ΑΚΒ m, m. rec. V. Θ, Λ]
                                    ὑπὸ ΓΚΒ m, m. rec. V. 2 εἰ δέ — 3. μείζων] om M. 3. ἔστι] ἔστιν
                                    Vv. 4. ΒΚ] ΒΕ M. τὴν μείζονα — Ζ] τῆς μείζονος γωνίας τῆς ὑπὸ
                                    ΑΚΒ m, m. rec. V. 5 ἴσην] ἴσον v, et V, corr. m. rec. 6 ἔστιν
                                    Vv. 8. δ΄] ϛ΄ v et in ras. V.</note>
                                <note type="footnote">15. Ζ] μὲν ὑπὸ ΒΓΖ m, m. rec. V. Θ] ὑπὸ
                                    ∠ΓΑ m, m. rec. V. Κ] ὑπὸ ΒΙΓ m, m. rec. V. 16 Μ] ὑπὸ ΕΑΗ
                                    m, m. rec. V. μείζων] e corr. v. Ζ] ὑπὸ ΒΓΖ m, m. rec. V. Κ] ὑπὸ
                                    ΒΑΓ m, m. rec. V. ἐν τῷ] τοῦ m,</note>
                                <pb n="294"/> πεσοῦνται ἐπὶ τὰ Ε, ∠. ἐπεζεύχθω γὰρ ἡ ΗΖ εὐθεῖα
                                καὶ ἐκβεβλήσθω ἐφʼ ἑκάτερα. ἐπεὶ ἴση ἐστὶν ἡ Κ, Θ τῇ Λ διὰ τὸ ἐν
                                ἴσαις ἀνακλᾶσθαι γωνίαις, εἴη ἂν μείζων ἡ Λ, Μ τῆς Κ. ἡ δὲ Κ τῆς Ν,
                                Ξ ἐστι μείζων, <lb n="5"/> ἡ δὲ Ν, Ξ τῆς Ο, Π μείζων· αὐτὴ γὰρ ἡ Ξ
                                ἴση ἐστὶ τῇ Ο, Π· μείζων ἄρα ἡ Λ, Μ τῆς Ο, Π. πολλῷ ἄρα ἡ Λ, Μ τῆς Ο
                                μείζων ἐστίν. οὐκ ἄρα συμπεσοῦνται αἱ Ζ∠, ΗΕ εὐθεῖαι οὐδὲ
                                παράλληλοί εἰσιν.</p></div></div></body></text></TEI>