ζ΄. Τὰ ὕψη καὶ τὰ βάθη ἀπὸ τῶν ἐπιπέδων ἐνόπτρων ἀνεστραμμένα φαίνεται. ἔστω ὕψος μὲν τὸ ΑΕ, ἔνοπτρον δὲ ἐπίπεδον τὸ ΑΛ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ αἱ ΒΓ, Β∠ ἀνακλώμεναι ἐπὶ τὰ Ε, Κ. οὐκοῦν φαίνεται ἐκβληθεισῶν τῶν ὄψεων ἐπʼ εὐθείας τὸ μὲν Ε τὸ ἄνω ἐπὶ τοῦ Θ κάτω ὄντος, τὸ δὲ Κ κάτω ὄν ἐπὶ τοῦ Ζ τοῦ ἄνω ὄντος. ὥστε ἀνεστραμμένα ἐστὶ τῇ φαντασίᾳ. 1. ἐστί Mm. 3. ἐστίν Vv. 4. ἐστί Mm, comp. v. 5. ΟΡΖ] ΡΟΖ M. Deinde add. ὁμοίως τῷ πρὸ τούτου θεωρήματι ἀποδείκνυται Vm. αἱ] αἱ ἄρα M. 6. ἔσται] ἐστι M. 8. ἔσται] ἐστί M. 9 ΓΚ] Γ∠ M. 10. ἔσται] ἐστίν M. ἔστι] ἔστιν Vv. 12. ἐλάττονα M. ΑΗ] ΑΚ M. 17. ζ΄] ια΄ Vv. 22. φαίνεται] om. m. 23 τό (pr.)] φαίνεται τό m. 24. ὄν] ὄν τοῦ Ο m, m. rec. V. τοῦ (alt.)] del. m. rec. V, om. m. ὄντος] ὄντος τοῦ Θ m, m. rec. V. 25. ἐστίν Vv, εἰσί m. ἔστω πάλιν βάθος μὲν τὸ ΕΑ, ἔνοπτρον δὲ ἐπίπεδον τὸ ΑΓ, ὄμμα δὲ τὸ ∠, ὄψεις δὲ αἱ ∠Γ, ∠Β ἀνακλώμεναι ἐπὶ τὰ Ε, Ζ. ὁμοίως τῶν ὄψεων ἐκβληθεισῶν ἐπὶ τὰ Θ, Κ φανεῖται τὸ μὲν Ε κάτω ὄν ἐπὶ τοῦ Θ ἄνω ὄντος, τὸ δὲ Ζ ἄνω ὄν ἐπὶ τοῦ Κ κάτω ὄντος.