<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg011.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="5"><head>ε΄.</head><lb n="10"/><p>Ἐν τοῖς κοίλοις ἐνόπτροις ἐὰν ἢ ἐπὶ τὸ κέντρον ἢ ἐπὶ τῆς περιφερείας
                                ἢ ἐκτὸς τῆς περιφερείας θῇς τὸ ὄμμα, τουτέστι μεταξὺ τοῦ κέντρου καὶ
                                τῆς περιφερείας, αἱ ὄψεις ἀνακλώμεναι συμπεσοῦνται.</p><p>ἔστω κοῖλον ἔνοπτρον τὸ ΑΓ∠, κέντρον δὲ τῆς <lb n="15"/>
                                σφαίρας τὸ Β, καὶ κείσθω τὸ ὄμμα ἐπὶ τοῦ Β, καὶ προσπιπτέτωσαν ἀπὸ
                                τοῦ Β ὄψεις πρὸς τὴν περιφέρειαν αἱ ΒΑ, ΒΓ, Β∠. ἴσαι ἄρα εἰσὶν
                                αἱ πρὸς τοῖς σημείοις τοῖς Α, ∠, Γ γωνίαι· ἡμικυκλίου γάρ
                                εἰσιν. αἱ ἄρα ὄψεις ἀνακλώμεναι διʼ ἑαυτῶν ἀνακλασθήσονται <lb n="20"/> αἱ ΒΑ, ΒΓ, Β∠ τοῦτο γὰρ δέδεικται. ὥστε
                                συμπεσοῦνται κατὰ τὸ Β.</p><p>ἔστω πάλιν κοῖλον ἔνοπτρον τὸ ΑΓΒ, ὄμμα δὲ τὸ Β, <note type="footnote">1. ΗΖ] Ζ M. 2. Post ἑκάτερα add. κατὰ τὰ Θ, Κ
                                    σημεῖα καί m, m. rec V. Post ἴση ras. 1 litt. V. Κ — 3. Λ] μὲν
                                    ὑπὸ ΒΖΘ γωνία (om. V) τῇ ὑπὸ ∠ΖΚ, ἡ δὲ ὑπὸ ΒΗΘ τῇ ὑπὸ ΕΗΚ
                                    m, m. rec V. 3. εἴη — 7. ἐστίν] μείζων δὲ ἡ ὑπὸ ΒΖΘ γωνία τῆς
                                    ὑπὸ (ΒΖΘ — ὑπό postea add. m) ΒΗΘ, εἴη ἂν καὶ ἡ ὑπὸ ∠ΖΚ
                                    μείζων τῆς ὑπὸ ΕΗΚ m, m. rec V.</note>
                                <note type="footnote">4. ἐστιν v. 5. μεῖζον v, corr. m. 2. ἐστίν V
                                    v. 6 μείζονα v, corr. m. 2. 8. Ζ ∠] ∠Ζ m. 9 ε΄] η΄
                                    Vv. 10. τὸ κέντρον] τοῦ κέντρου m, m. rec. V. 11 θῇς] θεῖς
                                    V,</note>
                                <pb n="296"/> κείσθω δὲ ἐπὶ τῆς περιφερείας αὐτοῦ, καὶ ἀπὸ τοῦ Β
                                προσπιπτέτωσαν ὄψεις αἱ ΒΓ, ΒΑ ἀνακλώμεναι ἐπὶ τὰ ∠, Ε σημεῖα.
                                ἐπεὶ μεῖζον τὸ ΑΓΒ τμῆμα τοῦ ΒΓ τμήματος, μείζων ἡ Ζ γωνία τῆς
                                γωνίας. καὶ ἡ <lb n="5"/> ἄρα τῆς Κ μείζων. αἱ ἄρα Ζ, τῶν Θ, Κ
                                μείζους εἰσίν. λοιπὴ ἄρα ἡ Λ τῆς Μ ἐλάσσων· πολλῷ μᾶλλον ἄρα τῆς Ν.
                                συμπεσοῦνται ἄρα αἱ Γ∠, ΑΕ κατὰ τὸ Ξ ὁμοίως δειχθήσεται, κἂν
                                ἐκτὸς τῆς περιφερείας πίπτῃ τὸ ὄμμα, ὡς ἐπὶ τοῦ ἑξῆς θεωρήματος.</p></div><div type="textpart" subtype="chapter" n="6"><lb n="10"/><head>Ϛ΄.</head><p>Ἐν τοῖς κοίλοις ἐνόπτροις ἐὰν ἀνὰ μέσον τοῦ κέντρου καὶ τῆς
                                περιφερείας θῇς τὸ ὄμμα, ὁτὲ μὲν συμπεσοῦνται αἱ ὄψεις ἀνακλώμεναι,
                                ὁτὲ δὲ οὐ συμπεσοῦνται.</p><p>ἔστω ἔνοπτρον κοῖλον τὸ ΑΓ, κέντρον δὲ αὐτοῦ <lb n="15"/> τὸ ∠,
                                ὄμμα δὲ κείσθω τὸ Β μεταξὺ τοῦ κέντρου καὶ τῆς περιφερείας, ὄψεις δὲ
                                αἱ ΒΑ, ΒΓ ἀνακλώμεναι ἐπὶ τὰ Η, Ζ, καὶ ἐκβεβλήσθωσαν αἱ ὄψεις ἕως
                                τοῦ ἐνόπτρου αἱ ΑΘ, ΓΚ. ἡ ΑΘ δὴ τῆς ΓΚΘ ἢ μείζων ἐστὶν ἢ ἴση ἢ
                                ἐλάσσων. εἰ μὲν οὖν ἴση ἐστὶν ἡ ΑΘ ὄψις <lb n="20"/> τῇ ΓΚ ὄψει, ἴση
                                ἐστὶ καὶ ἡ ΑΓΘ περιφέρεια τῇ ΓΘΚ περιφερείᾳ. ὥστε καὶ ἡ Μ γωνία τῇ
                                Ξ· αἱ γὰρ τῶν ἴσων περιφερειῶν γωνίαι ἴσαι εἰσὶν ἀλλήλαις. καὶ αἱ Μ,
                                Λ γωνίαι ἄρα ταῖς Ν, Ξ εἰσιν ἴσαι διὰ τὴν ἀνάκλασιν. <note type="footnote">1. δέ] om. M 3. Post ἐπεί add. οὖν m, m. rec. V.
                                    μείζων v Deinde add. ἐστιν m, m rec. V. ΒΓ τμήματος] κύκλουματος
                                    M. 4. Post μείζων add. ἐστίν m. 2 m. καί — 5. μείζων] διὰ τὰ
                                    αὐτὰ δὴ καὶ ἡ ΚΗ (corr. in Κ τῆς Η) μείζων ἐστίν m. 4. Η] mut.
                                    in Κ m. rec. supra scr. διὰ τὸ πρῶτον V; Η διὰ τῆς α΄ Mv. 5. ἄρα
                                    (pr.)] del. m. rec V.</note>
                                <note type="footnote">Κ (pr.)] mut. in m. rec. V. Post μείζων add.
                                    ἐστί m. rec. V. Ζ, Η] ΖΕ M, et V, corr m. 1; ΖΚ m, m. rec. V.
                                    τῶν] τῆς M. Θ, Κ] mut. in Θ, m. rec. V. 6 εἰσί M.</note>
                                <pb n="298"/> καὶ λοιπὴ ἄρα ἡ Ο τῇ Π ἴση ἐστίν. μείζων ἄρα ἡ Ρ τῆς
                                Ο. ἐπεὶ γὰρ ἡ Ρ γωνία τῆς Π μείζων ἐστὶ διὰ τὸ ἐκτὸς εἶναι, ἡ δὲ Π
                                τῇ Ο ἴση, καὶ ἡ Ρ ἄρα τῆς Ο μείζων ἐστίν. κοινὴ προσκείσθω ἡ ὑπὸ <lb n="5"/> ΟΡΖ. συμπεσοῦνται ἄρα αἱ ΓΖ, ΑΗ ὡς ἐπὶ τὰ Η, Ζ. τὸ δʼ
                                αὐτὸ ἔσται, κἂν μείζων ἡ ΑΘ ὄψις τῆς ΓΚ· μείζονες γὰρ ἔσονται αἱ Λ,
                                Μ γωνίαι τῶν Ν, Ξ, ἡ δὲ Π τῆς Ο μείζων ἔσται καὶ ἡ Ρ τῆς Ο. ἐὰν δὲ ἡ
                                ΑΘ εὐθεῖα ἐλάσσων τῆς ΓΚ, διὰ τὰ αὐτὰ μείζων <lb n="10"/> ἔσται ἡ Ο
                                γωνία τῆς Π. ἔστι δὲ καὶ ἡ τῆς Π μείζων. οὐδὲν ἄρα κωλύει ἴσην εἶναι
                                τὴν Ρ τῇ Ο ἢ ἐλάσσονα τῆς Ο, καὶ μὴ συμπίπτειν τὴν ΑΗ τῇ ΓΖ. φανερὸν
                                δέ, ὅτι, κἄν τε μείζων ᾖ ἡ ΑΘ περιφέρεια τῆς ΓΚ, ἐάν τε ἴση, ἡ
                                σύμπτωσις τῶν ἀνακλάσεων <lb n="15"/> οὔτε ἐπὶ τῆς περιφερείας τοῦ
                                κύκλου οὔτε ἐκτὸς οὐ μὴ γίνηται, ἀλλʼ ἐντὸς μόνον.</p></div><div type="textpart" subtype="chapter" n="7"><head>ζ΄.</head><p>Τὰ ὕψη καὶ τὰ βάθη ἀπὸ τῶν ἐπιπέδων ἐνόπτρων ἀνεστραμμένα
                                φαίνεται.</p><lb n="20"/><p>ἔστω ὕψος μὲν τὸ ΑΕ, ἔνοπτρον δὲ ἐπίπεδον τὸ ΑΛ, ὄμμα δὲ τὸ Β, ὄψεις
                                δὲ αἱ ΒΓ, Β∠ ἀνακλώμεναι ἐπὶ τὰ Ε, Κ. οὐκοῦν φαίνεται
                                ἐκβληθεισῶν τῶν ὄψεων ἐπʼ εὐθείας τὸ μὲν Ε τὸ ἄνω ἐπὶ τοῦ Θ κάτω
                                ὄντος, τὸ δὲ Κ κάτω ὄν ἐπὶ τοῦ Ζ τοῦ ἄνω ὄντος. ὥστε <lb n="25"/>
                                ἀνεστραμμένα ἐστὶ τῇ φαντασίᾳ.</p><note type="footnote">1. ἐστί Mm. 3. ἐστίν Vv. 4. ἐστί Mm, comp. v. 5.
                                ΟΡΖ] ΡΟΖ M. Deinde add. ὁμοίως τῷ πρὸ τούτου θεωρήματι ἀποδείκνυται
                                Vm. αἱ] αἱ ἄρα M. 6. ἔσται] ἐστι M. 8. ἔσται] ἐστί M. 9 ΓΚ] Γ∠
                                M. 10. ἔσται] ἐστίν M. ἔστι] ἔστιν Vv. 12. ἐλάττονα M. ΑΗ] ΑΚ M. 17.
                                ζ΄] ια΄ Vv.</note><note type="footnote">22. φαίνεται] om. m. 23 τό (pr.)] φαίνεται τό m.
                                24. ὄν] ὄν τοῦ Ο m, m. rec. V. τοῦ (alt.)] del. m. rec. V, om. m.
                                ὄντος] ὄντος τοῦ Θ m, m. rec. V. 25. ἐστίν Vv, εἰσί m.</note><pb n="300"/><p>ἔστω πάλιν βάθος μὲν τὸ ΕΑ, ἔνοπτρον δὲ ἐπίπεδον τὸ ΑΓ, ὄμμα δὲ τὸ
                                ∠, ὄψεις δὲ αἱ ∠Γ, ∠Β ἀνακλώμεναι ἐπὶ τὰ Ε, Ζ.
                                ὁμοίως τῶν <lb n="5"/> ὄψεων ἐκβληθεισῶν ἐπὶ τὰ Θ, Κ φανεῖται τὸ μὲν
                                Ε κάτω ὄν ἐπὶ τοῦ Θ ἄνω ὄντος, τὸ δὲ Ζ ἄνω ὄν ἐπὶ τοῦ Κ κάτω
                                ὄντος.</p></div><div type="textpart" subtype="chapter" n="8"><head>η΄.</head><lb n="10"/><p>Τὰ ὕψη καὶ τὰ βάθη ἀπὸ τῶν κυρτῶν ἐνόπτρων ἀνεστραμμένα φαίνεται.</p><p>ἔστω ὕψος τὸ ΑΕ, ἔνοπτρον δὲ κυρτὸν τὸ Α∠Γ, ὄψεις δὲ αἱ
                                Β∠, Β ἀνακλώμεναι ἐπὶ τὰ Ε, Θ. δέδεικται, ὅτι οὐ συμπεσοῦνται.
                                τὰ δὲ λοιπὰ ὁμοίως <lb n="15"/> τοῖς ἐν τοῖς ἐπιπέδοις.</p><p>ἔστω πάλιν βάθος τὸ ΑΕ, ἔνοπτρον δὲ κυρτὸν τὸ ΑΓ, ὄμμα δὲ τὸ Β, ὄψεις
                                δὲ ἀνακλώμεναι ἐπὶ τὰ Ε, Θ αἱ ΒΓΕ, Β∠Θ. τὰ δὲ λοιπὰ καθάπερ ἐν
                                τοῖς ἐπιπέδοις.</p></div><div type="textpart" subtype="chapter" n="9"><head>θ΄.</head><p>Τὰ πλάγια μήκη ἀπὸ τῶν ἐπιπέδων ἐνόπτρων, ὡς τῇ ἀληθείᾳ ἔχει, οὕτω
                                καὶ φαίνεται.</p><note type="footnote">1. ιβ΄ Vv. ΕΑ] ΑΕ m. 2. δὲ τὸ ∠] om. m. 4.
                                Ante ὁμοίως add. οὐκοῦν m. rec. V. ὁμοίως — 5. ἐκβληθεισῶν] οὐκοῦν
                                ἐκβληθεισῶν ὁμοίως τῶν ὄψεων ἐπʼ εὐθείας m.</note><note type="footnote">5. Ante ἐπί add. ἐπʼ εὐθείας m. rec. V. 6. ὄν]
                                corr. ex ὤν m. 2 v. 7. ἄνω] ἀνά? M. 8. ὄν] ὂν τοῦ Ε m, m. rec. V.
                                Post ὄντος add. τοῦ Θ. τὰ ἄρα ὕψη καὶ τὰ βάθη ἀπὸ τῶν ἐπιπέδων
                                ἐνόπτρων ἀνεστραμμένα φαίνεται m. 9. η΄] ιγ΄ Vv. 12. ΑΕ] ΑΘ Mm. 13.
                                Β∠] in ras. V, ΒΓ m.</note><pb n="302"/><p>ἔστω ὄμμα τὸ Β, μῆκος δὲ πλάγιον τὸ ∠Ε, ἔνοπτρον δὲ τὸ ΑΓ.
                                οὐκοῦν ἀνακλασθεισῶν τῶν ὄψεων φαίνεται τὸ μὲν ∠ ἐπὶ τὸ Α, τὸ
                                δὲ Ε <lb n="5"/> ἐπὶ τὸ Γ, καί ἐστιν οὕτω τῇ φαντασίᾳ, καθάπερ καὶ
                                τῇ ἀληθείᾳ ἔχει, τὸ ἔγγιον ἔγγιον, τὸ ἀπώτερον ἀπώτερον.</p></div></div></body></text></TEI>