θ΄. Τὰ ὀρθογώνια μεγέθη ἐξ ἀποστήματος ὁρώμενα περιφερῆ φαίνεται. ἔστω γὰρ ὀρθογώνιον τὸ ΒΓ ἑστὼς μετέωρον ἐξ ἀποστήματος ὁρώμενον. οὐκοῦν ἐπεὶ ἕκαστον τῶν ὁρωμένων ἔχει τι μῆκος ἀποστήματος, οὗ γενόμενον οὐκέτι ὁρᾶται, ἡ μὲν Γ ἄρα γωνία οὐχ ὁρᾶται, τὰ δὲ ∠, Ζ σημεῖα μόνον φαίνεται. ὁμοίως καὶ ἐφʼ ἑκάστης τῶν λοιπῶν γωνιῶν τοῦτο συμβήσεται. ὥστε ὅλον περιφερὲς φανήσεται. ι΄. Τῶν κάτω τοῦ ὄμματος ἐπιπέδων κειμένων τὰ πόρρω μετεωρότερα φανεῖται. ἔστω γὰρ ὄμμα τὸ Β ἄνω τοῦ ΓΚ ἐπιπέδου κείμενον, ἀφʼ οὗ ὄμματος προσπιπτέτωσαν ἀκτῖνες αἱ ΒΓ, Β∠, ΒΖ, ΒΚ, ὧν ἡ ΒΚ κάθετος ἔστω ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον. λέγω, ὅτι τὸ Γ∠ τοῦ ∠Ζ μετεωρότερον φαίνεται, τὸ δὲ ∠Ζ τοῦ ΖΚ. εἰλήφθω γὰρ ἐπὶ τῆς ΖΚ τυχὸν σημεῖον τὸ Ε, καὶ ἤχθω πρὸς ὀρθὰς ἡ ΕΗ. καὶ ἐπεὶ αἱ ὄψεις πρότερον πρὸς τὴν ΗΕ προσπίπτουσιν ἤπερ πρὸς τὴν ΕΓ, προσπιπτέτω τῇ ΗΕ ἡ μὲν ΒΓ κατὰ τὸ Η σημεῖον, ἡ δὲ Β∠ κατὰ 7. ἑστὼς μετέωρον] m. rec. V. 10 γενομένου V p. 15. ι΄] V, ια΄ mut. in ιβ΄ m. rec. 16. ἐπιπέδον κειμένων V (α, β, ω m. rec.), κειμένων ἐπιπέδων vp. 17. φανεῖται] φαίνεται vp, m. rec V. 20. Β∠] ∠ in ras. m. 2 v. ΒΚ  (pr.) τὸ Λ, ἡ δὲ ΒΖ κατὰ τὸ Μ. ἐπεὶ οὖν τὸ Η τοῦ Λ μετεωρότερον, τὸ δὲ Λ τοῦ Μ, ἀλλʼ ἐν ᾧ ἐστι τὸ Η, ἐν τούτῳ τὸ Γ, ἐν ᾧ δὲ τὸ Λ, ἐν τούτῳ τὸ ∠, ἐν ᾧ δὲ τὸ Μ, ἐν τούτῳ τὸ Ζ, διὰ δὲ τῶν ΒΓ, Β∠ ἡ ∠Γ φαίνεται, διὰ δὲ τῶν Β∠, ΒΖ ἡ Ζ∠, διὰ δὲ τῶν ΒΖ, ΒΚ ἡ Κ Ζ, οὐκοῦν ἡ μὲν Γ∠ τῆς ∠ μετεωροτέρα φαίνεται, ἡ δὲ Ζ∠ τῆς ΖΚ τὰ γὰρ ὑπὸ μετεωροτέρων ἀκτίνων ὁρώμενα μετεωρότερα φαίνεται. ια΄. Τῶν ἄνω τοῦ ὄμματος ἐπιπέδων κειμένων τὰ πόρρω ταπεινότερα φανεῖται. ἔστω γὰρ ὄμμα τὸ Β κάτω τοῦ ∠Ζ ἐπιπέδου κείμενον, ἀφʼ οὗ προσπιπτέτωσαν ἀκτῖνες αἱ Β∠, ΒΓ, ΒΖ, ὧν ἡ ΒΖ κάθετος ἔστω ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον. λέγω, ὅτι τὸ Γ`∠ τοῦ ΓΖ ταπεινότερον φαίνεται. διὰ δὴ τὸ προεκτεθὲν θεώρημα ταπεινοτάτη τῶν ἀπὸ τοῦ Β ὄμματος πρὸς τὸ ∠ ἐπίπεδον προσπιπτουσῶν ἀκτίνων ἐστὶν ἡ Β∠, ἡ δὲ Β τῆς ΒΖ ταπεινοτέρα. ἀλλὰ διὰ μὲν τῶν Β∠, ΒΓ ἀκτίνων τὸ ∠Γ φαίνεται, διὰ δὲ τῶν ΒΓ, ΒΖ τὸ ΓΖ. τὸ ∠Γ ἄρα ταπεινότερον τοῦ Γ Ζ ὁρᾶται. 1. ἐπεὶ οὖν] bis p. 2. τό  (pr.)] ἐστι τό V. 4. ἡ ∠Γ] m. 2 p. 6. Ζ∠] ∠Ζ V. 7. ΖΚ] Κ im ras. m. 2 v. 8. Post φαίνεται add. τῶν ἄρα κάτω τοῦ (corr. ex τῶν) ὄμματος κειμένων καὶ τὰ ἐξῆς V. Mg. m. 1 V: ??. ἐκ δὴ τούτου φανερόν ἐστι (ὅτι add m. rec.) τὰ ἐπίπεδα ἐκ τοῦ μέσου θεωρούμενα κοῖλα φαίνεται. τεθείσης γὰρ τῆς ὄψεως κατὰ μέσον τοῦ ἐπιπέδου ἐν τῷ μετεώρω φανερὸν τὸ λεγόμενον προσεκβληθέντος τοῦ ΓΚ ἐπιπέδου ἐπὶ τὰ ἀριστερά, ὥστε καὶ εἰς τὰ δεξιὰ τὰ πόρρω προσέχειν καὶ εἰς τὰ ἀριστερά. εἰ γὰρ μετεωρότερα τὰ ἄκρα, δῆλον, ὅτι τὸ μέσον κοῖλον. 9. ια΄] mut. in ιβʹ m. ιβ΄. Τῶν εἰς τοὔμπροσθεν μῆκος ἐχόντων τὰ μὲν ἐν τοῖς δεξιοῖς εἰς τὰ ἀριστερὰ δοκεῖ παρῆχθαι, τὰ δὲ ἐν τοῖς ἀριστεροῖς εἰς τὰ δεξιά. ἔστω γὰρ ὁρώμενα τὰ ΒΓ, ∠Ζ, ὄμμα δὲ τὸ Κ, ἀφʼ οὗ προσπιπτέτωσαν ὄψεις αἱ ΚΓ, ΚΑ, ΚΒ, ΚΖ, ΚΗ, Κ∠. οὐκοῦν τὸ ∠ παρῆχθαι δοκεῖ εἰς τὰ ἀριστερὰ ἤπερ τὸ H. ὁμοίως δὲ καὶ τὸ Β εἰς τὰ δεξιὰ δοκεῖ παρῆχθαι ἤπερ τὸ Α. ὥστε τῶν εἰς τοὔμπροσθεν μῆκος ἐχόντων τὰ μὲν ἐν τοῖς δεξιοῖς εἰς τὰ ἀριστερὰ δοκεῖ παρῆχθα, τὰ δὲ ἐν τοῖς ἀριστεροῖς εἰς τὰ δεξιά. ιγ΄. Τῶν ἴσων μεγεθῶν ὑπὸ τὸ ὄμμα κειμένων τὰ πόρρω κείμενα μετεωρότερα φαίνεται. ἔστω γὰρ ἴσα μεγέθη τὰ ΒΓ, ∠Ζ, ΚΛ ὑπὸ τὸ ὄμμα τὸ Ν κείμενα, καὶ ἀπὸ τοῦ Ν ὄμματος προσπιπτέτωσαν ἀκτῖνες αἱ ΒΝ, Ν∠, ΝΚ. οὐκοῦν μετῶ τάτη ἐστὶν ἡ ΝΒ τῶν λοιπῶν ἀκτίνων· ὥστε καὶ τὸ Β σημεῖον. τὸ ἄρα ΒΙ τοῦ ∠ Ζ μετεωρότερον φαίνεται, τὸ δὲ ∠Ζ τοῦ ΚΛ. τῶν ἄρα ἴσων μεγεθῶν ὑπὸ τὸ ὄμμα κειμένων τὰ πόρρω κείμενα μετεωρότερα φαίνεται.