νδ΄. Τοῦ ὄμματος παραφερομένου τὰ πόρρω τῶν ὁρωμένων καταλείπεσθαι δόξει. 1. νβ΄] ξ΄ p: νθ΄ V, m. 1 v; νϚ΄ m. 2 v. 2 ἔγγειον V. 3. ηὐξεῖσθαι V, sed corr. 6 ἔγγειον V. 9 Ante ∠Γ ras. 2 litt. v. 10 μεῖζον v. 11. μειζώνων V, sed corr. ἔστω γὰρ ὄμμα τὸ Β, ἀφʼ οὗ ἤχθωσαν ἀκτῖνες α ΒΓ, Β∠, Β Ζ, ὁρώμενα δὲ τὰ Κ, Λ. οὐκοῦν τοῦ ὄμματος παραφερομένου πρὸς τοῖς Γ μέρεσι θᾶττον παρελεύσονται αἱ ὄψεις τὸ Κ ἤπερ τὸ Λ. δόξει ἄρα τὸ Κ ὑπολείπεσθαι, τὸ δὲ Λ εἰς τοὐναντίον φέρεσθαι, τουτέστιν ὡς ἐπὶ τὰ πρὸς τῷ Ζ μέρη. νε΄. Τὰ αὐξανόμενα τῶν μεγεθῶν ἔγγιον δοκεῖ τῷ ὄμ ματι προσάγεσθαι. ἔστω γὰρ ὁρώμενον τὸ ΓΒ ὑπὸ τῶν ΚΒ, Κ ἀκτίνων, καὶ ηὐξήσθω τὸ ΒΓ τῷ Β∠, καὶ ἀπὸ τοῦ Γ ὄμματος προσπιπτέτω ἀκτὶς ἡ Κ∠. οὐκοῦν μείζων ὑπὸ ∠ΚΓ γωνία τῆς ὑπὸ ΒΚΓ γωνίας. τὰ δὲ ὑπ μείζονος γωνίας ὁρώμενα ἔγγιον φαίνεται. ἔγγιον ἄρ δόξει εἶναι τὸ Γ∠ ἤπερ τὸ ΒΓ. νϚ΄. Ὅσα μὴ ἐν τῷ αὐτῷ ἀποστήματι κεῖται μὴ παρ άλληλα κείμενα τῶν ἄκρων μὴ κατάλληλα κειμένων τῶ μέσων μηδὲ ἐπʼ εὐθείας ὄντων, τὸ ὅλον σχῆμα ὁτ μὲν κοῖλον, ὁτὲ δὲ κυρτὸν ποιεῖ. ὁράσθω γὰρ τὰ Β, Γ, ∠ τοῦ ὄμματος ἐπὶ τοῦ Γ 5. μέρεσιν V v. 7 τὸ δέ] corr. ex τοῦ δέ V. 11. νε ξγʹ p, ξβ΄ V. νθ΄ im ras. m. 2 v. 12. ἔγγειον V. 14 ΒΓ p. 15. ηὐξείσθω v, sed corr. 16. μεῖζον v. 16 ἔγγιον (pr.)] ἔγγειον V, μείζονα p, om. v. φαίνεται] om. κειμένου, καὶ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΚB, ΚG Κ∠. οὐκοῦν τὸ ὅλον σχῆμα κοῖλον ἂν δόξειεν εἶναι. μετακινείσθω δὴ πάλιν τὸ ὁρώμενον καὶ ἔγγιον κείσθω τοῦ ὄμματος. οὐκοῦν τὸ ∠ΒΓ δόξει κυρτὸν εἶναι. νζ΄. Τετραγώνου ὑπάρχοντος ἐὰν ἀπὸ τῆς συναφῆς τῶν διαμέτρων πρὸς ὀρθάς τις ἀναχθῇ τῷ τοῦ τετραγώνου ἐπιπέδῳ, ἐπὶ δὲ ταύτης τεθῇ τὸ ὄμμα, αἵ τε πλευραὶ τοῦ τετραγώνου καὶ αἱ διάμετροι ἴσαι φανοῦνται. ἔστω γὰρ τετράγωνον τὸ Γ Ζ, καὶ διάμετροι ἤχθωσαν αἰ ΓΖ, Κ∠, καὶ ἀπὸ τοῦ Θ πρὸς ὀρθὰς ἤχθω τῷ ἐπιπέδῳ ἡ ΘΒ, τὸ δὲ ὄμμα κείσθω ἐπὶ τοῦ Β, καὶ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΚΒ, Β ∠, ΒΓ, ΒΖ. οὐκοῦν δύο αἱ ΖΘ, ΘΒ δύο ταῖς ΓΘ, ΘΒ ἴσαι εἰσίν. εἰσὶ δὲ καὶ αἰ γωνίαι αἱ περιεχόμεναι ὑπʼ αὐτῶν ἴσαι, τουτέστιν αἰ πρὸς τῷ Θ· ἴση ἄρα καὶ ἡ ΖΒ βάσις τῇ ΒΓ βάσει. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΚΒ τῇ Β ∠ ἴση ἐστίν. δύο δὴ αἱ Ζ Β, ΒΓ δυσὶ ταῖς ΚΒ, ∠Β ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ· καί εἰσιν αἱ διάμετροι ἴσαι· ὥστε καὶ αἱ πρὸς τῷ γωνίαι ἴσα ἔσονται. τὰ δὲ ὑπὸ ἴσων γωνιῶν ὁρώμενα ἴσα φαίνεται ἴσαι ἄρα φανοῦνται αἵ τε διάμετροι καὶ αἱ πλευραὶ τὸ τετραγώνου. 2. ἄν] scripsi: om. V v p. 3. ἔγγειον V. 5. νζ΄] ξεʹ p ξδ΄ V, m. 1 v; ξα΄ m. 2 v. 8. ἐπὶ δέ] ἐπεὶ δή v. ταύτης αὐ seq. lac. 3 litt. v. 9 ἴσοι p. 15. Β∠] Β e corr. Τῆς δὲ ἀπὸ τῶν ὀμμάτων ἐπὶ τὴν συναφὴν τῶν διαμέτρων μήτε πρὸς ὀρθὰς οὔσης τῷ ἐπιπέδῳ μήτε ἴσης ἑκατέρᾳ τῶν ἀπὸ τῆς συναφῆς πρὸς τὰς γωνίας τοῦ τετραγώνου ἀγομένων μήτε ἴσας γωνίας περιεχούσης μετʼ αὐτῶν αἱ διάμετροι ἄνισοι φανοῦνται. ὁμοίως γὰρ δείξομεν τὰ συμβαίνοντα, καθάπερ καὶ ἐν τοῖς κύκλοις. 2. μήτε (pr.)] μή p. 4. ἴσας] corr. ex ἴσης m. rec. V. In fine: τὰ πρὸ ὀπτικῶν Εὐκλείδου φίλε τέλος εἴληφε εὐδοκοῦντος ᾧ δόξα p.