<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="50"><pb n="238"/><head>ν΄.</head><p>Ἐάν τινων φερομένων πλειόνων ἀνίσῳ τάχει συμπαραφέρηται ἐπὶ τὰ αὐτὰ
                                καὶ τὸ ὄμμα, τὰ μὲν τῷ ὄμματι ἰσοταχῶς φερόμενα δόξει ἑστάναι, τὰ δὲ
                                βραδυτερον <lb n="5"/> εἰς τοὐναντίον φέρεσθαι, τὰ δὲ θᾶττον εἰς τὰ
                                προηγούμενα.</p><p>φερέσθω γὰρ ἀνίσῳ τάχει τὰ Β, Γ, ∠, καὶ βραδύτατα μὲν φερέσθω
                                τὸ Β, τὸ δὲ ἰσοταχῶς τῷ Κ ὄμματι, τὸ δὲ Δ <lb n="10"/> θᾶττον τοῦ Γ,
                                ἀπὸ δὲ τοῦ Κ ὄμματος προσπιπτέτωσαν ἀκτῖνες αἱ ΚΒ, ΚΓ, Κ∠.
                                οὐκοῦν τοῦ ὄμματος συμπαραφερομένου τοῖς Β, Γ, ∠ τὸ μὲν Γ κατὰ
                                τὴν ΓΚ ἀεὶ φερόμενον ἑστάναι δόξει, τὸ δὲ Β ὑπολειπόμενον <lb n="15"/> εἰς τοὐναντίον δόξει φέρεσθαι, τὸ δὲ ∠, ἐπεὶ θᾶττον τοῦ Γ
                                φέρεται, δόξει εἰς τοὔμπροσθεν· πλεῖον γὰρ ἀπὸ τοῦ Γ
                                ἀποστήσεται.</p></div><div type="textpart" subtype="chapter" n="51"><head>να΄.</head><p>Ἐάν τινων φερομένων διαφαίνηταί τι μὴ φερόμενον, <lb n="20"/> δόξει
                                τὸ μὴ φερόμενον εἰς τοὐναντίον φέρεσθαι.</p><p>φερέσθω γὰρ τὰ Β, ∠, μενέτω δὲ τὸ Γ, καὶ ἀπὸ τοῦ Ζ ὄμματος
                                προσπιπτέτωσαν ἀκτῖνες αἱ ΖΒ, ΖΓ Ζ∠. οὐκοῦν τὸ μὲν Β φερόμενον
                                ἔγγιον ἔσται τοῦ Γ τὸ δὲ ∠ ἀποχωροῦν πορρώτερον. ὥστε δόξει τὸ
                                Γ <lb n="25"/> εἰς τοὐναντίον φέρεσθαι.</p><note type="footnote">1. νʹ] νηʹ p; νζ΄ V, m. 1 v; νδ΄ m. 2 v. 2.
                                συμπαραφέρειται v, corr. m. 1. 3. τό] corr. ex τῷ V. τῷ] τό v 4.
                                φερόμενοι V, sed corr. 5 φαίρεσθαι v. 9. ἰσωταχῶς V, sed corr. m 1.
                                11. ΚΒ] Β Κ seq. lac.1 litt. v. 14. ΓΚ</note></div><div type="textpart" subtype="chapter" n="52"><pb n="240"/><head>νβ΄.</head><p>Τοῦ ὄμματος ἔγγιον τοῦ ὁρωμένου προσιόντος δόξει τὸ ὁρώμενον
                                ηὐξῆσθαι. ὁράσθω γὰρ τὸ ΒΓ τοῦ ὄμματος ἐπὶ τοῦ Ζ κειμένου <lb n="5"/> ὑπὸ τῶν ΖΒ, ΖΓ ἀκτίνων, καὶ μετακείσθω τὸ ὄμμα ἔγγιον τοῦ ΒΓ καὶ
                                ἔστω ἐπὶ τοῦ ∠, καὶ ὁράσθω τὸ αὐτὸ ὑπὸ τῶν ∠Β, ∠Γ
                                ἀκτίνων. οὐκοῦν <lb n="10"/> μείζων ἡ ∠ γωνία τῆς Ζ γωνίας. τὰ
                                δὲ ὑπὸ μειζόνων γωνιῶν ὁρώμενα μείζονα φαίνεται· δόξει ἄρα ηὐξῆσθαι
                                τὸ ΒΓ τοῦ ὄμματος ἐπὶ τοῦ ∠ ὄντος ἤπερ ἐπὶ τοῦ Ζ.</p></div><div type="textpart" subtype="chapter" n="53"><head>νγ΄.</head><lb n="15"/><p>Τῶν ἴσῳ τάχει φερομένων τὰ πόρρω δοκεῖ βραδύτερον φέρεσθαι.</p><p>φερέσθω γὰρ ἰσοταχῶς τὰ Β, Κ ὡς ἐπὶ τὰ Ζ μέρη, καὶ ἀπὸ τοῦ Α ὄμματος
                                ἀκτῖνες ἤχθωσαν αἱ ΑΓ, Α∠, ΑΖ. οὐκοῦν τὸ Κ ἐλάσσονας ἔχει τὰς
                                ἀπὸ τοῦ Α <lb n="20"/> ὄμματος ἀκτῖνας ἠγμένας ἤπερ τὸ Β· ἔλαττον
                                ἄρα διάστημα διελεύσεται καὶ πρότερον παραλλάσσον τὴν ΑΖ ὄψιν δόξει
                                ταχύτερον φέρεσθαι.</p></div></div></body></text></TEI>