<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="44"><head>μδ΄.</head><p>Τὸ δʼ αὐτὸ συμβήσεται, κἂν παράλληλος ᾖ ἡ γραμμὴ τῷ ὁρωμένῳ μεγέθει,
                                ἐφʼ ἧς τὸ ὄμμα μεθίσταται.</p><p>ἔστω γὰρ παράλληλος ἡ ΒΓ τῷ ὁρωμένῳ τῷ ∠Ζ, <lb n="10"/> καὶ
                                δίχα τετμήσθω ἡ ∠Ζ κατὰ τὸ Κ, πρὸς ὀρθὰς δὲ ἀνήχθω ἡ ΚΝ.
                                κείσθω οὖν τὸ ὄμμα ἐπὶ τοῦ Ν, καὶ ἐπεζεύχθωσαν αἱ Ν∠, ΝΖ, περὶ
                                δὲ τὴν ∠Ζ τμῆμα γεγράφθω, ὃ δέξεται τὴν Φ, Α γωνίαν. ἐπεὶ οὖν
                                διάμετρός ἐστιν ἡ ΚΝ, καὶ πρὸς ὀρθὰς ἀπʼ ἄκρας <lb n="15"/> ἦκται ἡ
                                ΚΝ τῇ ΒΓ, ἡ ΒΓ ἄρα ἐφάπτεται τοῦ ∠ΝΖ τμήματος. μετακείσθω δὴ
                                τὸ ὄμμα ἐπὶ τοῦ Γ, καὶ προσβεβλήσθωσαν αἱ ΓΖ, Γ∠, ἐπεζεύχθω δὲ
                                ἡ ΡΖ. οὐκοῦν ἴση ἡ Φ, Α γωνία τῇ Ρ γωνίᾳ. ἡ δὲ Ρ τῆς Σ γωνίας μείζων
                                ἐστίν· μείζων ἄρα καὶ ἡ Φ, Α τῆς Σ. <lb n="20"/> τὰ δὲ ὑπὸ μείζονος
                                γωνίας ὁρώμενα μείζονα φαίνεται· μεῖζον ἄρα φανεῖται τὸ ∠Ζ τοῦ
                                ὄμματος ἐπὶ τοῦ Ν κειμένου ἤπερ ἐπὶ τοῦ Γ. τοῦ ἄρα ὄμματος ἐπὶ τῆς
                                ΒΓ μεθισταμένου παραλλήλου οὔσης τῇ ∠Ζ ἄνισον φαίνεται τὸ
                                ὁρώμενον.</p><note type="footnote">2. εἰσι p. 3. Ante Β ras. 1 litt V. ἄρα] in ras.
                                V.</note><note type="footnote">4. ἐστί p. 5 ἐπί]  supra scr. m. 1 V Β] e corr. V.
                                6. μδ΄] να΄ V p, v m. 1; μη΄ v m. 2. 7. ᾖ] supra scr. V. 10. δὲ
                                ἀνήχθω] διανοίχθω v. 13. Α] postea ins. V. 15. ΚΝ] Κ e corr. m. rec.
                                V. 16. τοῦ] mut. in τό m. rec V.</note></div><div type="textpart" subtype="chapter" n="45"><pb n="232"/><head>με΄.</head><p>Ἔστι τις τόπος κοινός, ἐν ᾧ τὰ ἴσα μεγέθη ἄνισα φαίνεται.</p><p>ἔστω γὰρ ἴση ἡ ΒΓ τῇ Γ∠, καὶ περὶ μὲν τὴν ΒΓ <lb n="5"/>
                                ἡμικύκλιον γεγράφθω τὸ ΒΖΓ, περὶ δὲ τὴν Γ∠ τμῆμα μεῖζον
                                ἡμικυκλίου, καὶ ἐπεζεύχθωσαν αἰ ΖΒ, ΖΓ Ζ∠. οὐκοῦν ἡ ἐν τῷ
                                ἡμικυκλίῳ γωνία μείζων ἐστὶ τῆς ἐν τῷ μείζονι τμήματι. τὰ δὲ ὑπὸ
                                μείζονος γωνίας ὁρώμενα μείζονα φαίνεται· μείζων ἄρα ἡ ΒΓ τῆς
                                Γ∠ <lb n="10"/> φαίνεται· ἦν δὲ καὶ ἴση. ἔστιν ἄρα τόπος
                                κοινός, ἐν ᾧ τὰ ἴσα μεγέθη ἄνισα φαίνεται.</p></div><div type="textpart" subtype="chapter" n="46"><head>μϚ΄.</head><p>Ἔστι τις τόπος κοινός, ἀφʼ οὗ τὰ ἄνισα μεγέθη ἴσα φαίνεται.</p><lb n="15"/><p>ἔστω γὰρ μείζων ἡ ΒΓ τῆς Γ∠, καὶ περὶ μὲν τὴν ΒΓ μεῖζον
                                ἡμικυκλίου τμῆμα γεγράφθω, περὶ δὲ τὴν Γ∠ ὅμοιον τῷ περὶ τὴν
                                ΒΓ τουτέστι δεχόμενον γωνίαν <lb n="20"/> ἴσην τῇ ἐν τῷ ΒΖΓ,
                                ἐπεζεύχθωσαν δὲ αἰ ΖΒ, ΖΓ, Ζ∠. οὐκοῦν ἐπεὶ ἴσαι εἰσὶν αἱ ἐν
                                τοῖς ὁμοίοις τμήμασι γωνίαι ἀλλήλαις, ἴσαι <lb n="25"/> εἰσὶ καὶ αἱ
                                ἐν τοῖς ΒΖΓ, ΓΖ∠ τμήμασι γωνίαι ἀλλήλαις. τὰ δὲ ὑπὸ ἴσων
                                γωνιῶν ὁρώμενα ἴσα φαίνεται· <note type="footnote">1. μεʹ] νβ΄ V, v
                                    m. 1; μθ΄  v m. 2; νγʹ p. 6. μείζων v.</note>
                                <note type="footnote">7. ἐστίν v. 8. μείζονι] μείζωνι v, sed corr. 9
                                    μείζων] μεῖζον v. 12 μϛʹ] νδʹ p; νγ΄ V v m. 1; ν΄ v m. 2. 13.
                                    ἴσα] supra scr. m re.c V. 15 μεῖζον v.</note>
                                <pb n="234"/> τοῦ ἄρα ὄμματος τιθεμένου ἐπὶ τοῦ Ζ σημείου ἴση ἂν
                                φαίνοιτο ἡ ΒΓ τῇ Γ∠ ἔστι δὲ μείζων. ἔστι τις ἄρα τόπος κοινός,
                                ἀφʼ οὗ τὰ ἄνισα μεγέθη ἴσα φαίνεται.</p></div><div type="textpart" subtype="chapter" n="47"><head>μζ΄.</head><lb n="5"/><p>Εἰσί τινες τόποι, ἐν οἷς τὰ ἄνισα μεγέθη δύο εἰς ταὐτὸ συντεθέντα ἴσα
                                ἑκατέρῳ τῶν ἀνίσων φαίνεται.</p><p>ἔστω γὰρ μείζων ἡ ΒΓ τῆς Γ∠, καὶ περὶ τὰς ΒΓ, Γ∠
                                ἡμικύκλια γεγράφθωσαν καὶ περὶ ὅλην τὴν Β ∠. οὐκοῦν ἴση ἡ ἐν
                                    <lb n="10"/> τῷ Β Α∠ ἡμικυκλίῳ γωνία τῇ ἐν τῳ ΒΚΓ· ὀρθὴ
                                γάρ ἐστιν ἑκατέρα αὐτῶν. ἴση ἄρα <lb n="15"/> φαίνεται ἡ ΒΓ τῇ
                                Β∠· ὡσαύτως δὲ καὶ ἡ Β ∠ τῇ Γ∠ τῶν ὀμμάτων ἐπὶ τῶν
                                θ Α∠, ΒΚΓ, Γ Ζ∠ ἡμικυκλίων κειμένων. εἰσί τινες ἄρα
                                τόποι, ἐν οἷς τὰ ἄνισα μεγέθη δύο εἰς ταὐτὸ συντεθέντα ἴσα <lb n="20"/> ἑκατέρῳ τῶν ἀνίσων φαίνεται.</p></div><div type="textpart" subtype="chapter" n="48"><head>μη΄.</head><p>Εὑρεῖν τόπους, ἀφʼ ὦν τὸ ἴσον μέγεθος ἥμισυ φανεῖται ἢ τέταρτον μέρος
                                καὶ καθόλου ἐν τῷ δοθέντι λόγῳ, ἐν ᾧ καὶ ἡ γωνία τέμνεται.</p><lb n="25"/><p>ἔστω γὰρ εὐθεῖα ἡ Λ Ζ, καὶ περὶ τὴν ΛΖ γεγράφθω τμῆμα τυχόν, καὶ
                                ἐγγεγράφθω εἰς αὐτὸ γωνία, <note type="footnote">2. φαίνειτο v,
                                    corr. m. 1. τις] in ras. m. 1 V. 4. μζʹ νεʹ p; νδ΄ V, m. 1 v;
                                    να΄ m. 2 v. 6. συντιθέντα p. 7. μεῖζον v</note>
                                <pb n="236"/> ἡ Κ, τῇ δὲ ΛΖ ἴση ἔστω ἡ ΒΓ, καὶ περὶ τὴν ΒΓ
                                περιγεγράφθω τμῆμα, ὃ δέξεται τὴν τῆς Κ γωνίας ἡμίσειαν. οὐκοῦν ἡ Κ
                                γωνία διπλασία ἐστὶ τῆς ∠ γωνίας. διπλασία ἄρα φαίνεται ἡ Λ Ζ
                                τῆς ΒΓ τῶν <lb n="5"/> ὀμμάτων ἐπὶ τῶν ΛΚΖ, Β∠Γ περιφερειῶν
                                κειμένων.</p></div></div></body></text></TEI>