μδ΄. Τὸ δʼ αὐτὸ συμβήσεται, κἂν παράλληλος ᾖ ἡ γραμμὴ τῷ ὁρωμένῳ μεγέθει, ἐφʼ ἧς τὸ ὄμμα μεθίσταται. ἔστω γὰρ παράλληλος ἡ ΒΓ τῷ ὁρωμένῳ τῷ ∠Ζ, καὶ δίχα τετμήσθω ἡ ∠Ζ κατὰ τὸ Κ, πρὸς ὀρθὰς δὲ ἀνήχθω ἡ ΚΝ. κείσθω οὖν τὸ ὄμμα ἐπὶ τοῦ Ν, καὶ ἐπεζεύχθωσαν αἱ Ν∠, ΝΖ, περὶ δὲ τὴν ∠Ζ τμῆμα γεγράφθω, ὃ δέξεται τὴν Φ, Α γωνίαν. ἐπεὶ οὖν διάμετρός ἐστιν ἡ ΚΝ, καὶ πρὸς ὀρθὰς ἀπʼ ἄκρας ἦκται ἡ ΚΝ τῇ ΒΓ, ἡ ΒΓ ἄρα ἐφάπτεται τοῦ ∠ΝΖ τμήματος. μετακείσθω δὴ τὸ ὄμμα ἐπὶ τοῦ Γ, καὶ προσβεβλήσθωσαν αἱ ΓΖ, Γ∠, ἐπεζεύχθω δὲ ἡ ΡΖ. οὐκοῦν ἴση ἡ Φ, Α γωνία τῇ Ρ γωνίᾳ. ἡ δὲ Ρ τῆς Σ γωνίας μείζων ἐστίν· μείζων ἄρα καὶ ἡ Φ, Α τῆς Σ. τὰ δὲ ὑπὸ μείζονος γωνίας ὁρώμενα μείζονα φαίνεται· μεῖζον ἄρα φανεῖται τὸ ∠Ζ τοῦ ὄμματος ἐπὶ τοῦ Ν κειμένου ἤπερ ἐπὶ τοῦ Γ. τοῦ ἄρα ὄμματος ἐπὶ τῆς ΒΓ μεθισταμένου παραλλήλου οὔσης τῇ ∠Ζ ἄνισον φαίνεται τὸ ὁρώμενον. 2. εἰσι p. 3. Ante Β ras. 1 litt V. ἄρα] in ras. V. 4. ἐστί p. 5 ἐπί]  supra scr. m. 1 V Β] e corr. V. 6. μδ΄] να΄ V p, v m. 1; μη΄ v m. 2. 7. ᾖ] supra scr. V. 10. δὲ ἀνήχθω] διανοίχθω v. 13. Α] postea ins. V. 15. ΚΝ] Κ e corr. m. rec. V. 16. τοῦ] mut. in τό m. rec V. με΄. Ἔστι τις τόπος κοινός, ἐν ᾧ τὰ ἴσα μεγέθη ἄνισα φαίνεται. ἔστω γὰρ ἴση ἡ ΒΓ τῇ Γ∠, καὶ περὶ μὲν τὴν ΒΓ ἡμικύκλιον γεγράφθω τὸ ΒΖΓ, περὶ δὲ τὴν Γ∠ τμῆμα μεῖζον ἡμικυκλίου, καὶ ἐπεζεύχθωσαν αἰ ΖΒ, ΖΓ Ζ∠. οὐκοῦν ἡ ἐν τῷ ἡμικυκλίῳ γωνία μείζων ἐστὶ τῆς ἐν τῷ μείζονι τμήματι. τὰ δὲ ὑπὸ μείζονος γωνίας ὁρώμενα μείζονα φαίνεται· μείζων ἄρα ἡ ΒΓ τῆς Γ∠ φαίνεται· ἦν δὲ καὶ ἴση. ἔστιν ἄρα τόπος κοινός, ἐν ᾧ τὰ ἴσα μεγέθη ἄνισα φαίνεται. μϚ΄. Ἔστι τις τόπος κοινός, ἀφʼ οὗ τὰ ἄνισα μεγέθη ἴσα φαίνεται. ἔστω γὰρ μείζων ἡ ΒΓ τῆς Γ∠, καὶ περὶ μὲν τὴν ΒΓ μεῖζον ἡμικυκλίου τμῆμα γεγράφθω, περὶ δὲ τὴν Γ∠ ὅμοιον τῷ περὶ τὴν ΒΓ τουτέστι δεχόμενον γωνίαν ἴσην τῇ ἐν τῷ ΒΖΓ, ἐπεζεύχθωσαν δὲ αἰ ΖΒ, ΖΓ, Ζ∠. οὐκοῦν ἐπεὶ ἴσαι εἰσὶν αἱ ἐν τοῖς ὁμοίοις τμήμασι γωνίαι ἀλλήλαις, ἴσαι εἰσὶ καὶ αἱ ἐν τοῖς ΒΖΓ, ΓΖ∠ τμήμασι γωνίαι ἀλλήλαις. τὰ δὲ ὑπὸ ἴσων γωνιῶν ὁρώμενα ἴσα φαίνεται· 1. μεʹ] νβ΄ V, v m. 1; μθ΄  v m. 2; νγʹ p. 6. μείζων v. 7. ἐστίν v. 8. μείζονι] μείζωνι v, sed corr. 9 μείζων] μεῖζον v. 12 μϛʹ] νδʹ p; νγ΄ V v m. 1; ν΄ v m. 2. 13. ἴσα] supra scr. m re.c V. 15 μεῖζον v. τοῦ ἄρα ὄμματος τιθεμένου ἐπὶ τοῦ Ζ σημείου ἴση ἂν φαίνοιτο ἡ ΒΓ τῇ Γ∠ ἔστι δὲ μείζων. ἔστι τις ἄρα τόπος κοινός, ἀφʼ οὗ τὰ ἄνισα μεγέθη ἴσα φαίνεται. μζ΄. Εἰσί τινες τόποι, ἐν οἷς τὰ ἄνισα μεγέθη δύο εἰς ταὐτὸ συντεθέντα ἴσα ἑκατέρῳ τῶν ἀνίσων φαίνεται. ἔστω γὰρ μείζων ἡ ΒΓ τῆς Γ∠, καὶ περὶ τὰς ΒΓ, Γ∠ ἡμικύκλια γεγράφθωσαν καὶ περὶ ὅλην τὴν Β ∠. οὐκοῦν ἴση ἡ ἐν τῷ Β Α∠ ἡμικυκλίῳ γωνία τῇ ἐν τῳ ΒΚΓ· ὀρθὴ γάρ ἐστιν ἑκατέρα αὐτῶν. ἴση ἄρα φαίνεται ἡ ΒΓ τῇ Β∠· ὡσαύτως δὲ καὶ ἡ Β ∠ τῇ Γ∠ τῶν ὀμμάτων ἐπὶ τῶν θ Α∠, ΒΚΓ, Γ Ζ∠ ἡμικυκλίων κειμένων. εἰσί τινες ἄρα τόποι, ἐν οἷς τὰ ἄνισα μεγέθη δύο εἰς ταὐτὸ συντεθέντα ἴσα ἑκατέρῳ τῶν ἀνίσων φαίνεται. μη΄. Εὑρεῖν τόπους, ἀφʼ ὦν τὸ ἴσον μέγεθος ἥμισυ φανεῖται ἢ τέταρτον μέρος καὶ καθόλου ἐν τῷ δοθέντι λόγῳ, ἐν ᾧ καὶ ἡ γωνία τέμνεται. ἔστω γὰρ εὐθεῖα ἡ Λ Ζ, καὶ περὶ τὴν ΛΖ γεγράφθω τμῆμα τυχόν, καὶ ἐγγεγράφθω εἰς αὐτὸ γωνία, 2. φαίνειτο v, corr. m. 1. τις] in ras. m. 1 V. 4. μζʹ νεʹ p; νδ΄ V, m. 1 v; να΄ m. 2 v. 6. συντιθέντα p. 7. μεῖζον v ἡ Κ, τῇ δὲ ΛΖ ἴση ἔστω ἡ ΒΓ, καὶ περὶ τὴν ΒΓ περιγεγράφθω τμῆμα, ὃ δέξεται τὴν τῆς Κ γωνίας ἡμίσειαν. οὐκοῦν ἡ Κ γωνία διπλασία ἐστὶ τῆς ∠ γωνίας. διπλασία ἄρα φαίνεται ἡ Λ Ζ τῆς ΒΓ τῶν ὀμμάτων ἐπὶ τῶν ΛΚΖ, Β∠Γ περιφερειῶν κειμένων.