<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="42"><pb n="228"/><head>μβ΄.</head><p>Ἔστι τις τόπος, οὗ τοῦ ὄμματος μεθισταμένου, τοῦ δὲ ὁρωμένου
                                μένοντος, ἀεὶ ἴσον τὸ ὁρώμενον φαίνεται.</p><p>ἔστω γὰρ ὁρώμενον μὲν <lb n="5"/> τὸ ΒΓ. ὄμμα δὲ τὸ Ζ, ἀφ᾿ οὗ
                                προσπιπτέτωσαν ἀκτῖνες αἱ ΖΒ, ΖΓ,καὶ περιειλήφθω τὸ ΒΖΓ τρίγωνον
                                τμήματι κύκλου τῷ Β Ζ Γ, καὶ <lb n="10"/> μετακείσθω τὸ ὄμμα ἐπὶ τοῦ
                                ∠, καὶ μεταπιπτέτωσαν αἱ ἀκτῖνες αἱ ∠Β, ∠Γ. οὐκοῦν
                                ἴση ἡ Ρ γωνία τῇ Σ· ἐν γὰρ τῷ αὐτῷ τμήματί εἰσι. τὰ δὲ ὑπὸ ἴσων
                                γωνιῶν ὁρώμενα ἴσα <lb n="15"/> φαίνεται. ἴσον ἄρα τὸ ΒΓ διὰ παντὸς
                                φαίνεται τοῦ ὄμματος μεθισταμένου ἐπὶ τῆς ΒΓ∠ περιφερείας.</p></div><div type="textpart" subtype="chapter" n="43"><head>μγ΄.</head><p>Ἐστι τις τόπος, οὗ τοῦ ὄμματος μεθισταμένου, τοῦ δὲ ὁρωμένου
                                μένοντος, ἄνισον τὸ ὁρώμενον φανεῖται.</p><lb n="20"/><p>ἔστω γὰρ ὁρώμενον τὸ Κ∠, εὐθεῖα δὲ ἡ ΒΓ συμπίπτουσα τῇ Κ∠
                                προσεκβαλλομένῃ, καὶ εἰλήφθω τῆς ∠Γ καὶ τῆς ΓΚ μέση ἀνάλογον ἡ
                                ΓΖ, καὶ ἐπεζεύχθω ἡ ΖΚ καὶ ἡ Ζ ∠, περὶ δὲ τὴν Κ∠ τμῆμα
                                γεγράφθω ὀξεῖαν ἔχον τὴν γωνίαν· ἐφάψεται δὴ <lb n="25"/> τῆς ΒΓ
                                εὐθείας, ἐπείπερ ἐστίν, ὡς ἡ ∠Γ πρὸς τὴν ΓΖ, οὕτως ἡ ΖΓ πρὸς
                                τὴν ΓΚ. κείσθω οὖν τὸ ὄμμα ἐπὶ τοῦ Β σημείου, καὶ προσβεβλήσθωσαν αἱ
                                ∠Β, ΒΚ, <note type="footnote">1. μβ΄] μθ΄ V p, v m. 1; μϚ΄ v
                                    m. 2. 2 -θιστα-] in, ras. V. 11. τοῦ] mut in τό m. rec. V.
                                    μεταπιπτέτωσαι V,</note>
                                <pb n="230"/> ἐπεζεύχθω δὲ ἡ Σ∠. οὐκοῦν ἴση ἡ Φ γωνία τῇ Σ
                                γωνία· ἐν γὰρ τῷ αὐτῷ τμήματί εἰσιν. καί ἐστιν ἡ Σ τῆς Β γωνίας
                                μείζων· καὶ ἡ Φ ἄρα γωνία τῆς Β μείζων ἐστίν. τοῦ ἄρα ὄμματος ἐπὶ
                                τοῦ Ζ ὄντος μεῖζον <lb n="5"/> φανεῖται τὸ Κ∠ ἤπερ ἐπὶ τοῦ
                                Β.</p></div><div type="textpart" subtype="chapter" n="44"><head>μδ΄.</head><p>Τὸ δʼ αὐτὸ συμβήσεται, κἂν παράλληλος ᾖ ἡ γραμμὴ τῷ ὁρωμένῳ μεγέθει,
                                ἐφʼ ἧς τὸ ὄμμα μεθίσταται.</p><p>ἔστω γὰρ παράλληλος ἡ ΒΓ τῷ ὁρωμένῳ τῷ ∠Ζ, <lb n="10"/> καὶ
                                δίχα τετμήσθω ἡ ∠Ζ κατὰ τὸ Κ, πρὸς ὀρθὰς δὲ ἀνήχθω ἡ ΚΝ.
                                κείσθω οὖν τὸ ὄμμα ἐπὶ τοῦ Ν, καὶ ἐπεζεύχθωσαν αἱ Ν∠, ΝΖ, περὶ
                                δὲ τὴν ∠Ζ τμῆμα γεγράφθω, ὃ δέξεται τὴν Φ, Α γωνίαν. ἐπεὶ οὖν
                                διάμετρός ἐστιν ἡ ΚΝ, καὶ πρὸς ὀρθὰς ἀπʼ ἄκρας <lb n="15"/> ἦκται ἡ
                                ΚΝ τῇ ΒΓ, ἡ ΒΓ ἄρα ἐφάπτεται τοῦ ∠ΝΖ τμήματος. μετακείσθω δὴ
                                τὸ ὄμμα ἐπὶ τοῦ Γ, καὶ προσβεβλήσθωσαν αἱ ΓΖ, Γ∠, ἐπεζεύχθω δὲ
                                ἡ ΡΖ. οὐκοῦν ἴση ἡ Φ, Α γωνία τῇ Ρ γωνίᾳ. ἡ δὲ Ρ τῆς Σ γωνίας μείζων
                                ἐστίν· μείζων ἄρα καὶ ἡ Φ, Α τῆς Σ. <lb n="20"/> τὰ δὲ ὑπὸ μείζονος
                                γωνίας ὁρώμενα μείζονα φαίνεται· μεῖζον ἄρα φανεῖται τὸ ∠Ζ τοῦ
                                ὄμματος ἐπὶ τοῦ Ν κειμένου ἤπερ ἐπὶ τοῦ Γ. τοῦ ἄρα ὄμματος ἐπὶ τῆς
                                ΒΓ μεθισταμένου παραλλήλου οὔσης τῇ ∠Ζ ἄνισον φαίνεται τὸ
                                ὁρώμενον.</p><note type="footnote">2. εἰσι p. 3. Ante Β ras. 1 litt V. ἄρα] in ras.
                                V.</note><note type="footnote">4. ἐστί p. 5 ἐπί]  supra scr. m. 1 V Β] e corr. V.
                                6. μδ΄] να΄ V p, v m. 1; μη΄ v m. 2. 7. ᾖ] supra scr. V. 10. δὲ
                                ἀνήχθω] διανοίχθω v. 13. Α] postea ins. V. 15. ΚΝ] Κ e corr. m. rec.
                                V. 16. τοῦ] mut. in τό m. rec V.</note></div><div type="textpart" subtype="chapter" n="45"><pb n="232"/><head>με΄.</head><p>Ἔστι τις τόπος κοινός, ἐν ᾧ τὰ ἴσα μεγέθη ἄνισα φαίνεται.</p><p>ἔστω γὰρ ἴση ἡ ΒΓ τῇ Γ∠, καὶ περὶ μὲν τὴν ΒΓ <lb n="5"/>
                                ἡμικύκλιον γεγράφθω τὸ ΒΖΓ, περὶ δὲ τὴν Γ∠ τμῆμα μεῖζον
                                ἡμικυκλίου, καὶ ἐπεζεύχθωσαν αἰ ΖΒ, ΖΓ Ζ∠. οὐκοῦν ἡ ἐν τῷ
                                ἡμικυκλίῳ γωνία μείζων ἐστὶ τῆς ἐν τῷ μείζονι τμήματι. τὰ δὲ ὑπὸ
                                μείζονος γωνίας ὁρώμενα μείζονα φαίνεται· μείζων ἄρα ἡ ΒΓ τῆς
                                Γ∠ <lb n="10"/> φαίνεται· ἦν δὲ καὶ ἴση. ἔστιν ἄρα τόπος
                                κοινός, ἐν ᾧ τὰ ἴσα μεγέθη ἄνισα φαίνεται.</p></div></div></body></text></TEI>