<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="26"><head>κϚ΄.</head><p>Ἐὰν τὸ τῶν ὀμμάτων διάστημα μεῖζον τῆς διαμέτρου <lb n="5"/> τῆς
                                σφαίρας, ἡμισφαιρίου μεῖζον τὸ ὁρώμενον τῆς σφαίρας ὀφθήσεται.</p><p>ἔστω γὰρ σφαῖρα, ἧς κέντρον τὸ Κ, τῶν δὲ ὀμμάτων διάστημα τὸ ΒΓ
                                μεῖζον ὄν τῆς διαμέτρου τῆς σφαίρας, καὶ διὰ τοῦ Κ καὶ τῆς ΒΓ
                                ἐκβεβλήσθω ἐπίπεδον <lb n="10"/> καὶ ποιείτω ἐν τῇ σφαίρᾳ κύκλον τὸν
                                ∠ ∠Ζ, καὶ προσπιπτέτωσαν ἀκτῖνες καθʼ ἓν ἁπτόμεναι αἱ
                                Β∠ ΓΖ. οὐκοῦν ἐκβαλλόμεναι συμπεσοῦνται ἀλλήλαις, ἐπειδὴ ἡ ΒΓ
                                τῆς ἐν τῇ σφαίρᾳ διαμέτρου μείζων ἐστί. συμπιπτέτωσαν δὴ κατὰ τὸ Θ
                                σημεῖον. οὐκοῦν ἐπεὶ <lb n="15"/> ἀπὸ τοῦ Θ σημείου αἰ ΘΖ, Θ∠
                                καθʼ ἓν ἐφαπτόμεναι προσπεπτώκασιν, ἔλασσον ἂν εἴη τὸ ΖΝ∠
                                ἡμικυκλίου· αἱ γὰρ ΘΖΚ, Θ∠Κ γωνίαι ὀρθαί εἰσιν. τὸ ἄρα λοιπὸν
                                τῆς σφαίρας μεῖζον ἡμισφαιρίου ὁρᾶται ὑπὸ τῶν ΒΔ, ΓΖ.</p></div><div type="textpart" subtype="chapter" n="27"><lb n="20"/><head>κζ΄.</head><p>Ἐὰν τὸ τῶν ὀμμάτων διάστημα ἔλασσον ἡ τῆς διαμέτρου τῆς σφαίρας, τὸ
                                ὁρώμενον τῆς σφαίρας ἔλασσον ἡμισφαιρίου ὀφθήσεται.</p><p>ἔστω γὰρ σφαῖρα, ἧς κέντρον τὸ Κ, τῶν δὲ ὀμμάτων <lb n="25"/>
                                διάστημα τὸ ΒΓ ἔλαττον ὄν τῆς διαμέτρου τῆς σφαίρας, καὶ διὰ τοῦ Κ
                                καὶ τῆς ΒΓ ἐκβεβλήσθω ἐπίπεδον καὶ ποιείτω ἐν τῇ σφαίρᾳ κύκλον τὸν
                                ΖΗΝ. <note type="footnote">5. ἡμισφαίριον v, p, sed corr. 10 ποιείτο
                                    v. 11 ἀκτῖνος v, sed corr. ἕν] ὃν σημεῖον v, σημεῖον add. m.
                                    rec. V.</note>
                                <pb n="188"/> ἤχθωσαν δὲ ἀπὸ τῶν Β, Γ ὀμμάτων καθʼ ἓν ἐφαπτόμεναι αἱ
                                ΒΖ, ΓΝ καὶ συμπιπτέτωσαν ἀλλήλαις κατὰ τὸ Θ· συμπεσοῦνται γάρ,
                                ἐπειδήπερ ἄνισοί εἰσιν <lb n="5"/> ἥ τε ΓΒ καὶ ἡ τῆς σφαίρας
                                διάμετρος. οὐκοῦν αἱ ἀπὸ τοῦ Θ σημείου προσπίπτουσαι πρὸς τὴν
                                σφαῖραν ἔλαττον <lb n="10"/> ἡμισφαιρίου περιλήψονται· τὸ ἄρα ΖΗΝ
                                ἔλασσον ἡμισφαιρίου ἐστίν. ὥστε τὸ ὑπὸ τῶν Β, Γ ὀμμάτων ὁρώμενον <lb n="15"/> ἔλασσον ἂν εἴη ἡμισφαιρίου.</p></div><div type="textpart" subtype="chapter" n="28"><head>κη΄.</head><p>Κυλίνδρου ὁπωσοῦν ὁρωμένου ὑπὸ τοῦ ἑνὸς ὄμματος ἔλαττον ἡμικυλίνδρου
                                ὀφθήσεται.</p><p>ἔστω γὰρ κυλίνδρου τοῦ περὶ τὴν βάσιν κύκλου <lb n="20"/> κέντρον τὸ
                                Κ, καὶ ἀπὸ τοῦ Ν ὄμματος ἤχθω ἐπὶ τὸ Κ ἡ ΝΚ, καὶ διὰ τοῦ Κ πρὸς
                                ὀρθὰς αὐτῇ ἤχθω ἡ ΒΓ, περὶ δὲ τὴν ΚΝ κύκλος γεγράφθω, καὶ
                                ἐπεζεύχθωσαν αἱ ΝΖ, ΖΚ, Ν∠, ∠Κ. οὐκοῦν ὀρθαὶ αἱ πρὸς
                                τοῖς Ζ, ∠· καθʼ ἓν ἄρα ἐφάπτονται αἱ ΖΝ, Ν∠, καὶ αἵ γε
                                    <lb n="25"/> ἀπὸ τοῦ Ν ὄμματος φερόμεναι ἀκτῖνες κατὰ τὰς Ν Ζ,
                                Ν∠ πεσοῦνται· ὥστε τὸ Ζ Λ∠ μόνον ὀφθήσεται. ἀλλὰ τὸ
                                ΖΛ∠ ἔλαττόν ἐστι τοῦ ΓΛΒ ἡμικυκλίου· τὸ ἄρα ΖΛ∠ ἔλασσον
                                ἡμικυκλίου ὀφθήσεται, τουτέστιν ὁ κύλινδρος· <note type="footnote">4. ἐπειδήπερ — 6. διάμετρος] mut. m. rec. in ἐπειδὴ ἐλάσσων
                                    ἐστὶν ἡ BΓ τῆς διαμέτρου τῆς σφαίρας V. 19. τοῦ] corr</note>
                                <pb n="190"/> ὁμοίως γὰρ τῇ βάσει κατὰ πᾶσαν ἐπιφάνειαν τοῦ
                                κυλίνδρου δείξομεν. ὥστε ὅλου τοῦ κυλίνδρου τοῦ ἡμίσεος ἔλαττον
                                φαίνεται.</p></div><div type="textpart" subtype="chapter" n="29"><head>κθ΄.</head><lb n="5"/><p>Τοῦ δὲ ὄμματος ἔγγιον τεθέντος τοῦ κυλίνδρου ἔλασσον μὲν ἔσται τὸ
                                περιλαμβανόμενον ὑπὸ τῶν ὄψεων τοῦ κυλίνδρου, δόξει δὲ μεῖζον
                                ὁρᾶσθαι.</p><p>ἔστω γὰρ κυλίνδρου τοῦ περὶ τὴν βάσιν κύκλου κέντρον τὸ Κ, καὶ ἀπὸ
                                τοῦ Β ὄμματος ἐπὶ τὸ Κ κέντρον <lb n="10"/> ἐπεζεύχθω ἡ ΒΚ, διὰ δὲ
                                τοῦ Κ πρὸς ὀρθὰς ἤχθω ἡ Γ∠, καὶ περὶ τὴν ΚΒ κύκλος γεγράφθω,
                                καὶ ἐπεζεύχθωσαν αἱ ΒΝ, ΝΚ, ΒΛ, ΛΚ. διὰ δὴ τὰ πρότερον τὸ ΛΖΝ
                                ἔλαττόν ἐστιν ἡμικυκλίου, καὶ ὁμοίως τῇ βάσει ὅλου τοῦ κυλίνδρου
                                ἔλαττον ἢ τὸ ἥμισυ ὁραθήσεται. <lb n="15"/> προσήχθω δὴ τὸ ὄμμα καὶ
                                ἔστω τὸ Φ, καὶ περὶ τὴν ΦΚ κύκλος γεγράφθω, καὶ ἐπεζεύχθωσαν αἱ ΦΡ,
                                ΡΚ, ΚΣ, ΣΦ. οὐκοῦν αἱ ἀπὸ τοῦ Φ ἀκτῖνες προσπίπτουσαι κατὰ τὰς ΦΡ,
                                ΦΣ πεσοῦνται, αἱ δέ γε ἀπὸ τοῦ Β κατὰ τὰς Β Λ, ΒΝ μεῖζον ἄρα τὸ ΝΖ Λ
                                τοῦ PΖΣ <lb n="20"/> δοκεῖ δὲ μεῖζον φαίνεσθαι τὸ PΖΣ τοῦ ΝΖ Λ·
                                μείζων γὰρ ἡ γωνία τῆς Β γωνίας. ὥστε καὶ τοῦ κυλίνδρου ἔλαττον
                                μέρος ὀφθήσεται, δοκεῖ δὲ μεῖζον ὁρᾶσθαι.</p><note type="footnote">1. ἐπιφάνιον v. 2. Ante δείξομεν ins. τὸ αὐτὸ
                                συμβαῖνον m. rec. V. 3. ἡμίσεως V, sed. corr. 5. δέ ] del. m. rec V.
                                ἔγγειον V. 9 Κ (alt.)] e corr m. 1 V. 12. διά — 14. ὁραθήσεται] mg.
                                m. 2 V, om v. 14. ἢ] om. p. 20. Post ΝΖ Λ ras. 1 litt V. μεῖζον v.
                                21. Ante Φ ins. πρὸς τῷ m. rec. V. Ante Β ins. πρὸς τῷ m. rec.
                                V.</note></div></div></body></text></TEI>