<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="2"><head>β΄.</head><p>Τῶν ἵσων μεγεθῶν ἐν διαστήματι κειμένων τὰ ἔγγιον κείμενα
                                ἀκριβέστερον ὁρᾶται.</p><p>ἔστω ὄμμα μὲν τὸ Β, ὁρώμενον δὲ τὸ Γ∠ καὶ τὸ <lb n="15"/> Κ Λ·
                                χρὴ δὲ νοεῖν αὐτὰ ἴσα καὶ παράλληλα, ἔγγιον δὲ ἔστω τὸ Γ∠· καὶ
                                προσπιπτέτωσαν ὄψεις ὡς αἱ Β Β∠, Β Κ, ΒΛ. οὐ γὰρ ἄν εἴποιμεν,
                                ὡς αἱ ἀπὸ τοῦ Β ὄμματος πρὸς τὸ Κ Λ προσπίπτουσαι ὄψεις
                                    <del>ὡς</del>
                                <lb n="20"/> διὰ τῶν Γ, ∠ σημείων ἐλεύσονται. ἢ γὰρ ἂν
                                τριγώνου τοῦ Β∠ΛΚΒ ἡ Κ Λ μείζων ἄν ἦν τῆς Γ∠· ὑπόκειται
                                δὲ καὶ ἴση. οὐκοῦν τὸ ὑπὸ πλειόνων ὄψεων ὁρᾶται ἤπερ τὸ Κ Λ.
                                ἀκριβέστερον ἄρα φανήσεται τὸ <lb n="25"/> Γ∠ τοῦ ΚΛ.</p></div><div type="textpart" subtype="chapter" n="3"><head>γ΄.</head><p>Ἕκαστον τῶν ὁρωμένων ἔχει τι μῆκος ἀποστήματος, οὗ γενόμενον οὐκέτι
                                ὁρᾶται.</p><note type="footnote">6. προσπίπτειεν v. 7 καί] del. m. rec. V. 12.
                                διαστήμασι m. rec. V, Post κειμένων add. ἀνίσοις m. rec. 13. ἔγγειον
                                V, corr. m. rec 14 ὁρώμεναν m. rec. V. 15. ἔγγειον V, corr. m. rec
                                18 αἱ] om. p. 19. τό] corr. ex</note><pb n="158"/><p>ἔστω γὰρ ὄμμα μὲν τὸ Β, ὁρώμὲνον δὲ τὸ Γ∠. φημὶ δή, ὅτι τὸ
                                Γ∠ ἔν τινι ἀποστήματι γενόμενον οὐκέτι ὁραθήσεται. γεγενήσθω
                                γὰρ τὸ Γ∠ ἐν τῷ μεταξὺ διαστήματι τῶν <lb n="5"/> ὄψεων, ἐφʼ
                                οὗ τὸ Κ. οὐκοῦν πρὸς τὸ Κ οὐδεμία τῶν ἀπὸ τοῦ Β ὄψεων προσπεσεῖται
                                [πρὸς ὃ δέ γε αἱ ὄψεις οὐ προσπίπτουσιν, ἐκεῖνο οὐχ ὁρᾶται]. ἕκαστον
                                ἄρα τῶν ὁρωμένων ἔχει τι μῆκος <lb n="10"/> ἀποστήματος, οὗ
                                γενόμενον οὐκέτι ὁρᾶται.</p></div><div type="textpart" subtype="chapter" n="4"><head>δ΄.</head><p>Τῶν ἴσων διαστημάτων ἐπὶ τῆς αὐτῆς εὐθείας ὄντων τὰ ἐκ πλείονος
                                ἀποστήματος ὁρώμενα ἐλάττω <lb n="15"/> φαίνεται.</p><p>ἔστω γὰρ ἴσα τὰ ΒΓ, Γ∠, ∠Ζ, ὄμμα δὲ τὸ Κ, ἀφʼ οὗ
                                προσπιπτέτωσαν ὄψεις αἱ Κ Β, ΚΓ, Κ∠, ΚΖ ἡ δὲ ΚΒ πρὸς ὀρθὰς
                                ἔστω τῇ Β Ζ. ἐπεὶ οὖν ἐν ὀρθογωνίῳ τριγώνῳ τῷ ΚΒΖ ἴσαι εἰσὶν αἰ ΒΓ,
                                Γ∠, ∠ Ζ, <lb n="20"/> μείζων ἐστὶν ἡ μὲν Ε γωνία τῆς Η
                                γωνίας, ἡ δὲ Η γωνία τῆς Θ γωνίας. μεῖζον ἄρα φαίνεται τὸ μὲν ΒΓ τοῦ
                                Γ∠, τὸ δὲ Γ∠ τοῦ ∠Ζ.</p></div><div type="textpart" subtype="chapter" n="5"><head>ε΄.</head><p>Τὰ ἴσα μεγέθη ἄνισον διεστηκότα ἄνισα φαίνεται, <lb n="25"/> καὶ
                                μεῖζον αἰεὶ τὸ ἔγγιον τοῦ ὄμματος κείμενον.</p><note type="footnote">1. Γ∠ — 2. τό] add. m. 2 v. 2. φημὶ δή] λέγω
                                v. 7. πρός — 8. ὁρᾶται] om. p. 8. ἐκείνω v, sed corr 10. γενομένου
                                v, V, sed corr. m. rec. 13 διαστημάτων] μεγεθῶν m. rec. V. 16. Post
                                ἴσα add μεγέθη m. rec. V. 22. Post</note><pb n="160"/><p>ἔστω γὰρ ἴσον τὸ Γ∠ τῷ ΚΛ, ὄμμα δὲ ἔστω τὸ Β, ἀφʼ οὗ
                                προσπιπτέτωσαν ὄψεις αἱ Β∠, ΒΛ, ΒΚ, ΒΓ. οὐκοῦν τὸ Γ∠ ὑπὸ
                                μείζονος γωνίας <lb n="5"/> ὁρᾶται ἤπερ τὸ ΚΛ· μεῖζον ἄρα φαίνεται
                                τὸ Γ∠ τοῦ ΚΛ.</p></div></div></body></text></TEI>