β΄. Τῶν ἵσων μεγεθῶν ἐν διαστήματι κειμένων τὰ ἔγγιον κείμενα ἀκριβέστερον ὁρᾶται. ἔστω ὄμμα μὲν τὸ Β, ὁρώμενον δὲ τὸ Γ∠ καὶ τὸ Κ Λ· χρὴ δὲ νοεῖν αὐτὰ ἴσα καὶ παράλληλα, ἔγγιον δὲ ἔστω τὸ Γ∠· καὶ προσπιπτέτωσαν ὄψεις ὡς αἱ Β Β∠, Β Κ, ΒΛ. οὐ γὰρ ἄν εἴποιμεν, ὡς αἱ ἀπὸ τοῦ Β ὄμματος πρὸς τὸ Κ Λ προσπίπτουσαι ὄψεις ὡς διὰ τῶν Γ, ∠ σημείων ἐλεύσονται. ἢ γὰρ ἂν τριγώνου τοῦ Β∠ΛΚΒ ἡ Κ Λ μείζων ἄν ἦν τῆς Γ∠· ὑπόκειται δὲ καὶ ἴση. οὐκοῦν τὸ ὑπὸ πλειόνων ὄψεων ὁρᾶται ἤπερ τὸ Κ Λ. ἀκριβέστερον ἄρα φανήσεται τὸ Γ∠ τοῦ ΚΛ. γ΄. Ἕκαστον τῶν ὁρωμένων ἔχει τι μῆκος ἀποστήματος, οὗ γενόμενον οὐκέτι ὁρᾶται. 6. προσπίπτειεν v. 7 καί] del. m. rec. V. 12. διαστήμασι m. rec. V, Post κειμένων add. ἀνίσοις m. rec. 13. ἔγγειον V, corr. m. rec 14 ὁρώμεναν m. rec. V. 15. ἔγγειον V, corr. m. rec 18 αἱ] om. p. 19. τό] corr. ex ἔστω γὰρ ὄμμα μὲν τὸ Β, ὁρώμὲνον δὲ τὸ Γ∠. φημὶ δή, ὅτι τὸ Γ∠ ἔν τινι ἀποστήματι γενόμενον οὐκέτι ὁραθήσεται. γεγενήσθω γὰρ τὸ Γ∠ ἐν τῷ μεταξὺ διαστήματι τῶν ὄψεων, ἐφʼ οὗ τὸ Κ. οὐκοῦν πρὸς τὸ Κ οὐδεμία τῶν ἀπὸ τοῦ Β ὄψεων προσπεσεῖται [πρὸς ὃ δέ γε αἱ ὄψεις οὐ προσπίπτουσιν, ἐκεῖνο οὐχ ὁρᾶται]. ἕκαστον ἄρα τῶν ὁρωμένων ἔχει τι μῆκος ἀποστήματος, οὗ γενόμενον οὐκέτι ὁρᾶται. δ΄. Τῶν ἴσων διαστημάτων ἐπὶ τῆς αὐτῆς εὐθείας ὄντων τὰ ἐκ πλείονος ἀποστήματος ὁρώμενα ἐλάττω φαίνεται. ἔστω γὰρ ἴσα τὰ ΒΓ, Γ∠, ∠Ζ, ὄμμα δὲ τὸ Κ, ἀφʼ οὗ προσπιπτέτωσαν ὄψεις αἱ Κ Β, ΚΓ, Κ∠, ΚΖ ἡ δὲ ΚΒ πρὸς ὀρθὰς ἔστω τῇ Β Ζ. ἐπεὶ οὖν ἐν ὀρθογωνίῳ τριγώνῳ τῷ ΚΒΖ ἴσαι εἰσὶν αἰ ΒΓ, Γ∠, ∠ Ζ, μείζων ἐστὶν ἡ μὲν Ε γωνία τῆς Η γωνίας, ἡ δὲ Η γωνία τῆς Θ γωνίας. μεῖζον ἄρα φαίνεται τὸ μὲν ΒΓ τοῦ Γ∠, τὸ δὲ Γ∠ τοῦ ∠Ζ.