<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="19"><lb n="10"/><head>ιθ΄.</head><p>Μὴ ὄντος ἡλίου τὸ δοθὲν ὕψος γνῶναι, ἡλίκο ἐστίν.</p><p>ἔστω γάρ, ὃ δεῖ ἐπιγνῶναι ὕψος, πηλίκον ἐστίν τὸ ΒΓ, καὶ κείσθω
                                κάτοπτρον τὸ ΚΑ, ὄμμα δὲ ἕστο <lb n="15"/> τὸ ∠, καὶ ἀπʼ αὐτοῦ
                                προσπιπτέτω ἀκτὶς ἡ ∠Θ καὶ ἀνακεκλάσθω ὡς ἡ ΘΒ ἐπὶ τὸ Β πέρας,
                                καὶ ἀπὸ τοῦ ∠ ὄμματος κάθετος ἡ ∠ Ζ. οὐκοῦν ἴσαι εἰσὶν
                                αἱ πρὸς τῷ Θ γωνίαι ἀλλήλαις· τοῦτο γὰρ δείκνυται ἐν τοῖς
                                Κατοπτρικοῖς. ἀλλὰ καὶ ἡ πρὸς τῷ Γ τῇ πρὸς τῷ Ζ <lb n="20"/> ἴση
                                ἐστίν· ὀρθὴ γάρ ἐστιν ἐκατέρα αὐτῶν. λοιπὴ ἄρα ἡ πρὸς τῷ Β λοιπῇ τῇ
                                πρὸς τῷ ∠ ἴση ἐστίν. ὥστ ὅμοιον ἂν εἴη τὸ ΒΓΘ τρίγωνον τῷ
                                ∠ΖΘ τριγώνῳ ἔστιν ἄρα, ὡς ἡ ΘΓ πρὸς Γ Β, οὕτως ἡ ΘΖ πρὸς
                                Ζ∠ τῆς δὲ ΘΖ πρὸς Ζ ∠ λόγος δοθείς ἐστιν· καὶ τῆς ΘΓ <lb n="25"/> ἄρα πρὸς ΓΒ γνώριμος ὁ λόγος ἐστίν. γνώριμος δ. ἡ ΘΓ
                                γνώριμον ἄρα καὶ τὸ ΓΒ ὕψος.</p><note type="footnote">2. ἐνήρμοσται v. Ante ∠ add. πρὸς τῷ m. rec.
                                V. 4 ΓΒ] Β p. 8. ἐστιν V v. 9 σκιά· γνώριμον] in ras. m 1 V Post
                                ὕψος add. τὸ ἄρα δοθὲν ὕψος ἔγνωσται πόσον ἐστί m rec. V. 13. ἐστί
                                p. 15. Supra ∠Θ add. τῷ κατόπτρο</note></div><div type="textpart" subtype="chapter" n="20"><pb n="178"/><head>κ΄.</head><p>Τὸ δοθὲν βάθος ἐπιγνῶναι, πηλίκον ἐστίν.</p><p>ἔστω γὰρ τὸ βάθος, ὅ δεῖ ἐπιγνῶναι, πηλίκον ἐστίν, τὸ ΚΒ, καὶ κείσθω
                                ὄμμα τὸ ∠, καὶ προσπιπτέτω ἀκτὶς <lb n="5"/> ἡ ∠ΛΚ εἰς
                                τὸ βάθος, καὶ ἤχθω ἀπὸ τοῦ ∠ παρὰ τὴν ΒΚ ἡ ∠Ζ. Δ ἐπεὶ
                                παράλληλός ἐστιν ἡ ΒΚ τῇ ∠Ζ, καὶ ἐμπέπτωκεν ἡ ∠Κ, τὰς
                                ἐναλλὰξ Β Λ γωνίας τὰς ὑπὸ ΒΚ Λ, Λ∠Ζ ἴσας <lb n="10"/>
                                ἀλλήλαις ποιεῖ. εἰσὶ δὲ καὶ αἱ κατὰ κορυφὴν αἱ πρὸς τῷ Λ ἴσαι
                                ἀλλήλαις· καὶ ἡ λοιπὴ ἄρα γωνία τῇ λοιπῇ ἴση ἐστίν. ἰσογώνιον ἄρα
                                ἐστὶ τὸ ΒΚ Λ τρίγωνον τῷ Λ∠ τριγώνῳ. <lb n="15"/> ἔστιν ἄρα,
                                ὡς ἡ ΛΖ πρὸς Ζ∠, ἡ ΛΒ πρὸς ΒΚ. δοθεὶς δὲ ὁ τῆς ΛΖ πρὸς
                                Ζ∠ λόγος· δοθεὶς ἄρα καὶ ὁ τῆς ΛΒ πρὸς ΒΚ λόγος. καί ἐστι
                                δοθεῖσα ἡ ∠Β δοθεῖσα ἄρα καὶ ἡ ΒΚ.</p></div><div type="textpart" subtype="chapter" n="21"><head>κα΄.</head><lb n="20"/><p>Τὸ δοθὲν μῆκος ἐπιγνῶναι, πηλίκον ἐστίν. ἔστω γάρ, ὃ δεῖ μῆκος
                                ἐπιγνῶναι, πηλίκον ἐστίν, τὸ ΒΓ. κείσθω δὴ ὄμμα τὸ ∠, ἀφʼ οὗ
                                προσπιπτέτωσαν σαν ἀκτῖνες αἱ ∠Β, ∠Γ, καὶ ἀπὸ τοῦ ἤχθω
                                παρὰ τὴν ΒΓ ἡ ΖΚ. οὐκοῦν ἐστιν, ὡς ἡ ΖΚ πρὸς Κ∠, <lb n="25"/>
                                ἡ ΒΓ πρὸς Γ∠. γνώριμος δὲ ὁ τῆς Ζ Κ πρὸς Κ∠ λόγος·
                                γνώριμος ἄρα καὶ ὁ τῆς ΒΓ πρὸς Γ∠ λόγος. καὶ γνώριμος ἡ
                                Γ∠ γνώριμος ἄρα καὶ ἡ ΓΒ.</p><note type="footnote">3. ἐστίν] ἐστί V p 4 KB] corr ex Κ v. προσπιπτέτο
                                πιπτέτο v. 5 τὸ βάθος] mut in τὸ πέρας τοῦ βάθους m. rec V. 6. Supra
                                παρά add ἤτοι παράλληλος m. rec. V.</note></div><div type="textpart" subtype="chapter" n="22"><pb n="180"/><head>κβ΄.</head><p>Ἐὰν ἐν τῷ αὐτῷ ἐπιπέδῳ, ἐν ᾧ τὸ ὄμμα, κύκλου περιφέρεια τεθῇ, εὐθεῖα
                                γραμμὴ ἡ τοῦ κύκλου περιφέρεια φανεῖται.</p><lb n="5"/><p>ἔστω γὰρ περιφέρεια ἡ ΒΓ. ὄμμα δὲ τὸ ∠ ἐν τῷ αὐτῷ ἐπιπέδῳ ὄν τῇ
                                ΒΓ περιφερείᾳ, ἀφʼ οὐ προσπιπτέτωσαν  ὅψεις αἱ ∠Β,
                                Ζ∠, ∠Γ. οὐκοῦν, ἐπεὶ τῶν ὁρωμένων <lb n="10"/> οὐδὲν ἅμα
                                ὁρᾶται, οὐκ ἂν φαίνοιτο ἡ ΖΒ περιφέρεια, τὰ δὲ Ζ, Β πέρατα. δόξει
                                ἄρα ἡ ΖΒ περιφέρεια εὐθεῖα εἶναι. ὁμοίως δὲ καὶ ἡ ΖΓ. ὅλη ἄρα ἡ ΒΓ
                                περιφέρεια εὐθεῖα δόξει εἶναι.</p></div><div type="textpart" subtype="chapter" n="23"><lb n="15"/><head>κγ΄.</head><p>Σφαίρας ὁπωσοῦν ὁρωμένης ὑπὸ τοῦ ἑνὸς ὄμματος ἔλαττον αἰεὶ
                                ἡμισφαιρίου ὀφθήσεται, αὐτὸ δὲ τὸ ὁρώμενον τῆς σφαίρας ὑπὸ κύκλου
                                περιεχόμενον φαίνεται.</p><p>ἔστω γὰρ σφαῖρα, ἧς κέντρον ἔστω τὸ Κ, ὄμμα δὲ <lb n="20"/> ἔστω τὸ
                                Β, καὶ ἐπεζεύχθω ἡ ΒΚ, καὶ πρὸς ὀρθὰς αὐτῇ ἤχθω διὰ τοῦ Κ ἡ
                                ΓΚ∠, καὶ ἐκβεβλήσθω τὸ διὰ τῶν ΒΚ, ΓΚ∠ ἐπίπεδον· ποιήσει
                                δὴ ἐν τῇ σφαίρᾳ κύκλον. ποιείτω δὴ τὸν Γ∠ ΛΝ, περὶ δὲ τὴν ΚΒ
                                [διάμετρον] κύκλος γεγράφθω, καὶ ἐπεζεύχθωσαν αἱ Κ Ζ, <lb n="25"/>
                                ΖΒ, ΒΛ, ΛΚ, ΛΖ. οὐκοῦν ἐπεὶ ὀρθαί εἰσιν αἱ ὑπὸ <note type="footnote">4. φανεῖται] cor. ex φαίνεται m. 1 V. 5. τό] τῷ v. 6. ὄν] in
                                    ras. m. 1 V. 9. ἐπεί ] ἐπί v, V, sed corr. 12. τὰ δέ] mut. in
                                    ἀλλὰ μόνα τά m. rec. V. 17. ἀεί p. 19. ἔστω (alt.)] del. m. rec.
                                    V. 21. τό] im ras. V. 22. ΓΚ∠] cor. ex ∠ m. rec. V.
                                    23. ποιείτο v. τόν] τό v. Γ∠ΛΝ] Ν mut. in Ζ m. rec. V, Ζ
                                    add. m. 2 p. διάμετρον] m. rec. V( 25. ΒΛ] corr. ex Β∠
                                    V.</note>
                                <pb n="182"/> ΚΖΒ, ΒΛΚ διὰ τὸ ἐν ἡμικυκλίοις εἶναι καὶ ἐκ κέντρου
                                τὰς ΚΖ, ΚΛ, καθʼ ἓν σημεῖον ἐφάψονται αἱ ΒΛ, ΒΖ τῆς σφαίρας· αἰ ἄρα
                                ἀπὸ τοῦ Β ὄμματος προσπίπτουσαι ἀκτῖνες κατὰ τὰς ΒΖ, ΒΛ πεσοῦνται.
                                    <lb n="5"/> καὶ ἐπεὶ ἑκάστη τῶν πρὸς τῷ Θ γωνιῶν ὀρθή ἐστι διὰ
                                τὸ παράλληλον εἶναι τὴν Γ∠ τῇ ΖΛ, καὶ ἴση ἡ ΖΘ τῇ ΘΛ, ἐὰν δὴ
                                μενούσης τῆς ΘΒ τὸ ΘΖΒ τρίγωνον περιενεχθὲν εἰς τὸ αὐτὸ πάλιν
                                ἀποκατασταθῇ, ὅθεν ἤρξατο φέρεσθαι, ἥ τε ΒΖ περιφερομένη καθʼ ἓν <lb n="10"/> ἐφάψεται τῆς σφαιρικῆς ἐπιφανείας κατὰ τὸ Ζ, καὶ κύκλος
                                ἔσται γεγραμμένος διὰ τῶν Ζ, Λ σημείων. ὥστε ὑπὸ κύκλου ἂν
                                περιέχοιτο τὸ ὁρώμενον τῆς σφαίρας, ὅ γε ἔλαττόν ἐστιν ἡμισφαιρίου·
                                τὸ γὰρ ΖΛ ἔλαττόν ἐστιν ἡμικυκλίου. ὥστε καὶ τὸ ὑπὸ τῆς ὄψεως
                                περιεχόμενον <lb n="15"/> ἔλαττόν ἐστιν ἡμισφαιρίου.</p></div></div></body></text></TEI>