<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="9"><head>θ΄.</head><p>Τὰ ὀρθογώνια μεγέθη ἐξ ἀποστήματος ὁρώμενα περιφερῆ φαίνεται.</p><p>ἔστω γὰρ ὀρθογώνιον τὸ ΒΓ <lb n="10"/> ἑστὼς μετέωρον ἐξ ἀποστήματος
                                ὁρώμενον. οὐκοῦν, ἐπεὶ ἕκαστον τῶν ὁρωμένων ἔχει τι μῆκος
                                ἀποστήματος, οὗ γενόμενον οὐκέτι ὁρᾶται, ἡ μὲν Γ ἄρα γωνία οὐχ <lb n="15"/> ὁρᾶται, τὰ δὲ ∠, Ζ σημεῖα μόνον φαίνεται. ὁμοίως
                                καὶ ἐφʼ ἑκάστης τῶν λοιπῶν γωνιῶν τοῦτο συμβήσεται. ὥστε ὅλον
                                περιφερὲς φανήσεται.</p></div><div type="textpart" subtype="chapter" n="10"><head>ι΄.</head><p>Τῶν κάτω τοῦ ὄμματος κειμένων ἐπιπέδων τὰ πόρρω <lb n="20"/>
                                μετεωρότερα φαίνεται.</p><p>ἔστω ὄμμα τὸ Α μετεωρότερον κείμενον τοῦ ΒΕΓ καὶ προσπιπτέτωσαν
                                ἀκτῖνες αἱ ΑΒ, ΑΕ, Α∠, ΑΓ, ὧν ἡ ΑΒ κάθετος ἔστω ἐπὶ τὸ
                                ὑποκείμενον ἐπίπεδον. λέγω, ὅτι τὸ Γ∠ τοῦ ∠Ε
                                μετεωρότερον φαίνεται, τὸ <lb n="25"/> δὲ ∠E τοῦ ΒΕ. εἰλήφθω
                                γὰρ ἐπὶ τῆς ΒΕ τυχὸν σημεῖον κατὰ τὸ Ζ, καὶ ἤχθω πρὸς ὀρθὰς ἡ ΖΗ.
                                    <del>καὶ</del> ἐπεὶ αἱ ὄψεις πρότερον πρὸς τὴν Ζ Η προσπίπτουσιν
                                ἤπερ πρὸς τὴν ΖΓ, προσπιπτέτω τῇ ΖΗ ἡ <note type="footnote">1. πρὸς
                                    τὴν Ε∠] γωνία, corr. in εὐθεῖα πρὸς τὴν Ε∠ m. 1 V.
                                    Post Ε∠ add. εὐθεῖαν Bv, εὐθεῖα Vat. (ν m. 2).</note>
                                <pb n="18"/> μὲν ΑΓ κατὰ τὸ Η σημεῖον, ἡ δὲ Α∠ κατὰ τὸ Θ, ἡ δὲ
                                ΑΕ κατὰ τὸ Κ. ἐπεὶ οὖν τὸ Η τοῦ Θ ἐστι μετεωρότερον, τὸ δὲ Θ τοῦ Κ,
                                ἀλλʼ ἐν ᾧ <lb n="5"/> ἐστι τὸ Η, ἐν τούτῳ τὸ Γ, ἐν ᾧ δὲ τὸ Θ, ἐν
                                τούτῳ τὸ ∠, ἐν ᾧ τὸ Κ, ἐν τούτῳ τὸ Ε, διὰ δὲ τῶν <lb n="10"/>
                                ΑΓ, Α∠ ἡ ∠Γ φαίνεται, διὰ δὲ τῶν Α∠, ΑΕ ἡ
                                ∠Ε, ἡ Γ∠ ἄρα τῆς ∠Ε μετεωροτέρα φαίνεται. ὁμοίως
                                καὶ ἡ ∠Ε τῆς ΒΕ μετεωροτέρα φανήσεται· τὰ γὰρ ὑπὸ μετεωροτέρων
                                ἀκτίνων ὁρώμενα μετεωρότερα φαίνεται.</p><p>καὶ φανερόν, ὅτι τὰ ἐν μετεώρῳ κείμενα κοῖλα <lb n="15"/>
                                φανήσεται.</p></div><div type="textpart" subtype="chapter" n="11"><head>ια΄.</head><p>Τῶν ἄνω τοῦ ὄμματος κειμένων ἐπιπέδων τὰ πόρρω ταπεινότερα
                                φαίνεται.</p><p>ἔστω ὄμμα τὸ Α ταπεινότερον κείμενον τοῦ ΒΓ <lb n="20"/> ἐπιπέδου,
                                καὶ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΒΑ, Α∠, ΑΕ, ΑΓ, ὧν ἡ ΑΒ κάθετος
                                ἔστω ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον. λέγω, ὅτι τὸ ΓΕ τοῦ Ε∠
                                ταπεινότερον φαίνεται. <lb n="25"/> διὰ δὴ τὸ προεκτεθὲν θεώρημα
                                ταπεινοτέρα ἡ μὲν ΑΓ ἀκτὶς τῆς ΑΕ, ἡ δὲ ΑΕ, τῆς Α∠, ἡ δὲ
                                Α∠ τῆς ΑΒ. ἀλλὰ διὰ μὲν τῶν ΓΑ, ΑΕ τὸ ΓΕ βλέπεται, διὰ δὲ τῶν
                                ΕΑ, Α∠ τὸ Ε∠, διὰ δὲ τῶν ∠Α, ΑΒ <note type="footnote">5. τοῦτο v. 10. ΑΓ, Α∠] corr ex ΑΓ ( in
                                    ras. ) V, Γ∠ Bv, Vat, sed corr. m. 2; supra scr. ἀκτίνων
                                    m. 2 Vat.</note>
                                <pb n="20"/> τὸ ∠B φαίνεται. τὸ ΓΕ ἄρα τοῦ Ε∠
                                ταπεινότερον φαίνεται, τὸ δὲ Ε∠ τοῦ ∠Β.</p></div></div></body></text></TEI>