<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="7"><pb n="12"/><head>ζ΄.</head><p>Τὰ ἐπὶ τῆς αὐτῆς εὐθείας ὄντα ἴσα μεγέθη μὴ ἐφεξῆς ἀλλήλοις τεθέντα
                                καὶ ἄνισον διεστηκότα τοῦ ὄμματος ἄνισα φαίνεται.</p><lb n="5"/><p>ἔστω δύο ἴσα μεγέθη τὰ ΑΒ, Γ∠ ἐπὶ τῆς αὐτῆς εὐθείας τῆς
                                Α∠ μὴ ἐφεξῆς ἀλλήλοις ὄντα καὶ ἄνισον διεστηκότα ἀπὸ τοῦ
                                ὄμματος τοῦ Ε, καὶ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΕΑ, Ε∠, καὶ <lb n="10"/> ἔστω μείζων ἡ ΕΑ τῆς Ε∠. λέγω, ὅτι ἡ Γ∠ τῆς
                                ΑΒ μείζων φανήσεται. προσπιπτέτωσαν ἀκτῖνες αἱ ΕΒ, ΕΓ, καὶ
                                περιγεγράφθω περὶ <lb n="15"/> τὸ ΑΕ∠ τρίγωνον κύκλος ὁ ΑΕ
                                ∠. καὶ προσεκβεβλήσθωσαν ταῖς ΕΒ, ΕΓ εὐθείαις εὐθεῖαι αἱ ΒΖ,
                                ΓΗ, καὶ ἀνεστάτωσαν ἀπὸ τῶν Β, Γ σημείων πρὸς ὀρθὰς γωνίας ἴσαι
                                εὐθεῖαι αἱ ΒΘ, ΓΚ. ἔστι δὲ ἴση <lb n="20"/> ἡ ΑΒ τῇ ΓΔ, ἀλλὰ καὶ
                                γωνία ἡ ὑπὸ ΑΒΘ τῇ ὑπὸ ∠ΓΚ ἐστιν ἴση. καὶ περιφέρεια ἄρα ἡ ΑΘ
                                περιφερείᾳ τῇ ∠Κ ἐστιν ἴση. ἡ Κ ∠ ἄρα περιφέρεια τῆς ΖΑ
                                περιφερείας μείζων ἐστίν. πολλῷ ἄρα ἡ Η ∠ περιφέρεια τῆς ΖΑ
                                μείζων· ἐστίν. ἀλλʼ ἐπὶ μὲν τῆς ΖΑ <lb n="25"/> περιφερείας ἡ ὑπὸ
                                ΑΕΖ γωνία βέβηκεν, ἐπὶ δὲ τῆς Η∠ περιφερείας ἡ ὑπὸ ΗΕ∠.
                                ἡ ἄρα ὑπὸ ΗΕ∠ γωνία τῆς ὑπὸ ΑΕΖ μείζων ἐστίν. ἀλλʼ ὑπὸ μὲν τῆς
                                ὑπὸ ΑΕΖ ἡ ΑΒ βλέπεται, ὑπὸ δὲ τῆς ὑπὸ ΗΕ∠ ἡ Γ∠. μείζων
                                ἄρα ἡ Γ∠ τῆς ΑΒ φαίνεται.</p><note type="footnote">1. ζ΄] η΄ V Vat. B vm. 5 AB] AΗ v. 6 ἀλλήλων B
                                Vat. v. ἄνισον] ἄνισον διάστημα m. 9 EA] ΑB v. 10 μεῖζον Bv.</note></div><div type="textpart" subtype="chapter" n="8"><pb n="14"/><head>η΄.</head><p>Τὰ ἴση μεγέθη καὶ παράλληλα ἄνισον διεστηκότα ἀπὸ τοῦ ὄμματος οὐκ
                                ἀναλόγως τοῖς διαστήμασιν ὁρᾶται.</p><p>ἔστω δύο μεγέθη τὰ ΑΒ, Γ∠ ἄνισον διεστηκότα <lb n="5"/> ἀπὸ τοῦ
                                ὄμματος τοῦ Ε. λέγω, ὅτι οὔκ ἐστιν, ὡς φαίνεται ἔχον, ὡς τὸ Γ∠
                                πρὸς τὸ ΑΒ, οὕτως τὸ ΒΕ πρὸς τὸ Ε∠. προσπιπτέτωσαν γὰρ ἀκτῖνες
                                αἱ ΑΕ, <lb n="10"/> ΕΓ, καὶ κέντρῳ μὲν τῷ Ε διαστήματι δὲ τῷ ΕΖ
                                κύκλου γεγράφθω περιφέρεια ἡ ΗΖΘ. ἐπεὶ οὖν τὸ ΕΖΓ <lb n="15"/>
                                τρίγωνον τοῦ ΕΖΗ τομέως μεῖζόν ἐστιν, τὸ δὲ Ε ΕΖ∠ τρίγωνον τοῦ
                                ΕΖΘ τομέως ἔλαττόν ἐστιν, τὸ ΕΖΓ ἄρα τρίγωνον πρὸς τὸν ΕΖΗ τομέα
                                μείζονα λόγον ἔχει ἤπερ τὸ ΕΖ∠ τρίγωνον πρὸς τὸν ΕΖΘ τομέα.
                                καὶ ἐναλλὰξ τὸ ΕΖΓ τρίγωνον πρὸς τὸ ΕΖ∠ τρίγωνον <lb n="20"/>
                                μείζονα λόγον ἔχει ἤπερ ὁ ΕΖΗ τομεὺς πρὸς τὸν ΕΖΘ τομέα, καὶ
                                συνθέντι τὸ ΕΓ∠ τρίγωνον πρὸς τὸ ΕΖ∠ τρίγωνον μείζονα
                                λόγον ἔχει ἤπερ ὁ ΕΗΘ τομεὺς πρὸς τὸν ΕΖΘ τομέα. ἀλλʼ ὡς τὸ
                                Ε∠Γ πρὸς τὸ ΕΖ∠ τρίγωνον, οὕτως ἡ Γ∠ πρὸς τὴν
                                ∠ Ζ. ἡ δὲ <lb n="25"/> Γ∠ τῇ ΑΒ ἐστιν ἴση, καὶ ὡς ἡ ΑΒ
                                πρὸς τὴν ∠ Ζ, ἡ ΒΕ πρὸς τὴν Ε∠. ἡ ΒΕ ἄρα πρὸς τὴν
                                Ε∠ μείζονα λόγον ἔχει ἤπερ ὁ ΕΗΘ τομεὺς πρὸς τὸν ΕΖΘ τομέα. ὡς
                                δὲ ὁ τομεὺς πρὸς τὸν τομέα, οὕτως ἡ ὑπὸ ΗΕΘ γωνία πρὸς τὴν ὑπὸ ΖΕΘ
                                γωνίαν. ἡ ΒΕ ἄρα <note type="footnote">1. η΄] θ΄ codd. 4. Γ∠]
                                    corr ex ΒΓ B Vat., Β Γ v. 6. ὡς] om V B Vat. m v. 7. προσπιπτέτω
                                    Bv et Vat., sed corr.</note>
                                <pb n="16"/> πρὸς τὴν Ε∠ μείζονα λόγον ἔχει ἤπερ ἡ ὑπὸ ΗΕΘ
                                γωνία πρὸς τὴν ὑπὸ ΖΕΘ. καὶ ἐκ μὲν τῆς ὑπὸ ΗΕΘ γωνίας βλέπεται τὸ
                                Γ∠, ἐκ δὲ τῆς ὑπὸ ΖΕΘ τὸ ΑΒ. οὐκ ἀνάλογον ἄρα τοῖς ἀποστήμασιν
                                ὁρᾶται τὰ ἴσα <lb n="5"/> μεγέθη.</p></div><div type="textpart" subtype="chapter" n="9"><head>θ΄.</head><p>Τὰ ὀρθογώνια μεγέθη ἐξ ἀποστήματος ὁρώμενα περιφερῆ φαίνεται.</p><p>ἔστω γὰρ ὀρθογώνιον τὸ ΒΓ <lb n="10"/> ἑστὼς μετέωρον ἐξ ἀποστήματος
                                ὁρώμενον. οὐκοῦν, ἐπεὶ ἕκαστον τῶν ὁρωμένων ἔχει τι μῆκος
                                ἀποστήματος, οὗ γενόμενον οὐκέτι ὁρᾶται, ἡ μὲν Γ ἄρα γωνία οὐχ <lb n="15"/> ὁρᾶται, τὰ δὲ ∠, Ζ σημεῖα μόνον φαίνεται. ὁμοίως
                                καὶ ἐφʼ ἑκάστης τῶν λοιπῶν γωνιῶν τοῦτο συμβήσεται. ὥστε ὅλον
                                περιφερὲς φανήσεται.</p></div><div type="textpart" subtype="chapter" n="10"><head>ι΄.</head><p>Τῶν κάτω τοῦ ὄμματος κειμένων ἐπιπέδων τὰ πόρρω <lb n="20"/>
                                μετεωρότερα φαίνεται.</p><p>ἔστω ὄμμα τὸ Α μετεωρότερον κείμενον τοῦ ΒΕΓ καὶ προσπιπτέτωσαν
                                ἀκτῖνες αἱ ΑΒ, ΑΕ, Α∠, ΑΓ, ὧν ἡ ΑΒ κάθετος ἔστω ἐπὶ τὸ
                                ὑποκείμενον ἐπίπεδον. λέγω, ὅτι τὸ Γ∠ τοῦ ∠Ε
                                μετεωρότερον φαίνεται, τὸ <lb n="25"/> δὲ ∠E τοῦ ΒΕ. εἰλήφθω
                                γὰρ ἐπὶ τῆς ΒΕ τυχὸν σημεῖον κατὰ τὸ Ζ, καὶ ἤχθω πρὸς ὀρθὰς ἡ ΖΗ.
                                    <del>καὶ</del> ἐπεὶ αἱ ὄψεις πρότερον πρὸς τὴν Ζ Η προσπίπτουσιν
                                ἤπερ πρὸς τὴν ΖΓ, προσπιπτέτω τῇ ΖΗ ἡ <note type="footnote">1. πρὸς
                                    τὴν Ε∠] γωνία, corr. in εὐθεῖα πρὸς τὴν Ε∠ m. 1 V.
                                    Post Ε∠ add. εὐθεῖαν Bv, εὐθεῖα Vat. (ν m. 2).</note>
                                <pb n="18"/> μὲν ΑΓ κατὰ τὸ Η σημεῖον, ἡ δὲ Α∠ κατὰ τὸ Θ, ἡ δὲ
                                ΑΕ κατὰ τὸ Κ. ἐπεὶ οὖν τὸ Η τοῦ Θ ἐστι μετεωρότερον, τὸ δὲ Θ τοῦ Κ,
                                ἀλλʼ ἐν ᾧ <lb n="5"/> ἐστι τὸ Η, ἐν τούτῳ τὸ Γ, ἐν ᾧ δὲ τὸ Θ, ἐν
                                τούτῳ τὸ ∠, ἐν ᾧ τὸ Κ, ἐν τούτῳ τὸ Ε, διὰ δὲ τῶν <lb n="10"/>
                                ΑΓ, Α∠ ἡ ∠Γ φαίνεται, διὰ δὲ τῶν Α∠, ΑΕ ἡ
                                ∠Ε, ἡ Γ∠ ἄρα τῆς ∠Ε μετεωροτέρα φαίνεται. ὁμοίως
                                καὶ ἡ ∠Ε τῆς ΒΕ μετεωροτέρα φανήσεται· τὰ γὰρ ὑπὸ μετεωροτέρων
                                ἀκτίνων ὁρώμενα μετεωρότερα φαίνεται.</p><p>καὶ φανερόν, ὅτι τὰ ἐν μετεώρῳ κείμενα κοῖλα <lb n="15"/>
                                φανήσεται.</p></div></div></body></text></TEI>