να΄. Ἐάν τινων φερομένων πλειόνων ἀνίσῳ τάχει συμ παραφέρηται ἐπὶ τὰ αὐτὰ καὶ τὸ ὄμμα, τὰ μὲν τῳ ὄμματι ἰσοταχῶς φερόμενα δόξει ἑστάναι, τὰ δὲ βρα δύτερον εἰς τοὐναντίον φέρεσθαι, τὰ δὲ θᾶττον εἰ τὰ προηγούμενα. φερέσθω γὰρ ἀνίσῳ τάχει τὰ Β, Γ, ∠, καὶ βραδύτατα μὲν φερέσθω τὸ Β, τὸ δὲ Γ ἰσοταχῶς τῷ Κ ὄμματι, τὸ δὲ ∠ θᾶττον τοῦ Γ. ἀπὸ δὲ τοῦ Κ ὄμματος προσπιπτέτωσαν ἀκτῖνες αἱ ΚΒ, ΚΓ, Κ∠. οὐκοῦν τῷ ὄμματι παραφερόμενον τὸ Γ ἑστάναι δόξει, τὸ δὲ Β ὑπολειπόμενον εἰς τοὐναντίον φέρεσθαι, τὸ δὲ ∠, ὃ θᾶττον ὑπό κειται τούτων, φέρεσθαι δόξει εἰς τοὔμπροσθεν· πλεῖο γὰρ ἀπὸ τούτων ἀποστήσεται. νβ΄. Ἐάν τινων φερομένων διαφαίνηταί τι μὴ φερόμε νον, δόξει τὸ μὴ φερόμενον εἰς τὰ ὄπισθεν φέρεσθα; φερέσθω γὰρ τὰ Β, ∠, μενέτω δὲ τὸ Γ, καὶ ἀπ τοῦ ὄμματος προσπιπτέτωσαν ἀκτῖνες αἱ ΖΒ, ΖΓ Ζ οὐκοῦν τὸ μὲν Β φερόμενον ἔγγιον ἔσται τοῦ Γ, δὲ ∠ ἀποχωροῦν πορρώτερον· εἰς τοὐναντίον ἄρ φέρεσθαι δόξει τὸ Γ. 2. τοῦ] τὸ Vat. 4. να΄] om. v, ξβ΄ V, ξ΄ m. 2 Vat. ἀνίσων v. συμπαραφέρηται] συμπαραφέρεται V. 9. τ supra scr. m. 1 Vat. 11. βραδύτατα] βραδότα Vat. τό (pr.) νγ΄. Τοῦ ὄμματος ἔγγιον τοῦ ὁρωμένου προσιόντος δόξει τὸ ὁρώμενον ηὐξῆσθαι. ὁράσθω γὰρ τὸ ΒΓ τοῦ ὄμματος ἐπὶ τὸ Ζ κειμένου ὑπὸ τῶν ΖΒ, ΖΓ ἀκτίνων, καὶ μετακείσθω τὸ ὄμμα ἔγγιον τοῦ ΒΓ καὶ ἔστω ἐπὶ τοῦ ∠, καὶ ὁράσθω τὸ αὐτὸ ὑπὸ τῶν ∠Β, ΔΓ ἀκτίνων. οὐκοῦν μείζων ἡ ∠ γωνία τῆς Ζ γωνίας· τὰ δὲ ὑπὸ μείζονος γωνίας ὁρώμενα μείζονα φαίνεται. δόξει ἄρα ηὐξῆσθαι τὸ ΒΓ τοῦ ὄμματος ἐπὶ τοῦ ∠ ὄντος ἤπερ ἐπὶ τοῦ Ζ.