<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1799.tlg009.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="47"><pb n="104"/><head>μζ΄.</head><p>Eἐσὶ τόποι τινές, ἐν οἷς τοῦ ὄμματος τεθέντος τὰ ἄνισα μεγέθη εἰς τὸ
                                αὐτὸ συντεθέντα ἴσα ἑκατέρῳ τῶν ἀνίσων φανήσεται.</p><lb n="5"/><p>ἔστω γὰρ μείζων ἡ ΒΓ τῆς Γ∠, καὶ περὶ τὰς ΒΓ, Γ∠
                                ἡμικύκλια γεγράφθωσαν καὶ περὶ ὅλην τὴν Β∠. οὐκοῦν ἴση ἡ ἐν τῷ
                                ΒΑ∠ ἡμικυκλίῳ γωνία τῇ ἐν <lb n="10"/> τῷ ΒΚΓ· ὀρθὴ γάρ ἐστιν
                                ἑκατέρα αὐτῶν. ἴση ἄρα φαίνεται ἡ ΒΙʼ τῇ Β∠. ὡσαύτως <lb n="15"/> δὲ καὶ ἡ Β∠ τῇ Γ∠ τῶν ὀμμάτων ἐπὶ τῶν
                                ΒΑ∠, Ζ∠ ἡμικυκλίων κειμένων. εἰσί τινες ἄρα τόποι, ἐν
                                οἷς τὰ ἄνισα μεγέθη δύο εἰς ταὐτὸ συντεθέντα ἴσα ἑκατέρῳ τῶν ἀνίσων
                                φαίνεται.</p></div><div type="textpart" subtype="chapter" n="48"><head>μη΄.</head><lb n="20"/><p>Εὑρεῖν τόπους, ἀφʼ ὧν τὸ ἴσον μέγεθος ἥμισυ φανεῖται ἢ τέταρτον μέρος
                                ἢ καθόλου ἐν τῷ λόγῳ, ἐν ᾧ καὶ ἡ γωνία τέμνεται.</p><p>ἔστω ἴσον τὸ ΑΖ τῷ ΒΓ, καὶ περὶ τὴν ΑΖ γεγράφθω ἡμικύκλιον, καὶ
                                γεγράφθω ἐν αὐτῷ ὀρθὴ <lb n="25"/> γωνία ἡ Κ· τῇ δὲ ΑΖ ἴση ἔστω ἡ
                                ΒΓ, καὶ περὶ τὴν <note type="footnote">1. μζʹ] om. v, νη΄ V, νϚ΄ m.
                                    2 Vat. 2. τεθέντος] τέθηται v. 3. συντέθηται v. 5. ἡ ΒΓ μείζων
                                    Vat. v (μεῖζον v). τάς] corr. ex τῆς V. ΒΓ]| in ras. v. 6.
                                    ἡμικυκλῖ v. Β∠] m, ΒΓ V Vat. v(?) 9. τῇ] corr. ex τήν V.
                                    13. φανήσεται v. ΒΓ] BΓ τῇ ΒΓ v. 14. ὡσαύτως] ὡς δʼ αὔτως v. 15.
                                    ΒΑ∠] ΑΒ∠ Vat v. 17. ταὐτόν Vat. Av. συντιθέντα Vat.
                                    Av.</note>
                                <pb n="106"/> ΒΓ περιγεγράφθω τμῆμα, ὃ δέξεται τῆς πρὸς τῷ Κ γωνίας
                                ἡμίσειαν. οὐκοῦν ἡ Κ γωνία διπλασία ἐστὶ τῆς ∠ γωνίας.
                                διπλασία ἄρα φαίνεται ἡ ΑΖ τῆς ΒΓ τῶν ὀμμάτων ἐπὶ τῶν ΑΚΖ, Β∠Γ
                                περιφερειῶν <lb n="5"/> κειμένων.</p></div><div type="textpart" subtype="chapter" n="49"><head>μθ΄.</head><p>Έστω ὁρώμενόν τι μέγεθος τὸ ΑΒ. λέγω, ὅτι τὸ ΑΒ ἔχει τόπους, ἐν οἷς
                                τοῦ ὄμματος τεθέντος τὸ αὐτὸ ποτὲ ἥμισυ ποτὶ ὅλον ποτὲ τέταρτον
                                φαίνεται καὶ <lb n="10"/> καθόλου ἐν τῷ δοθέντι λόγῳ.</p><p>περιγεγράφθω περὶ τὴν ΑΒ κύκλος ὁ ΑΕΒ ὥστε τὴν ΑΒ μὴ εἶναι διάμετρον,
                                καὶ εἰλήφθω τὸ κέντρον τοῦ κύκλου καὶ ἔστω τὸ Γ, ἐφʼ οὗ κείσθω τὸ
                                ὄμμα, καὶ ἐπεζεύχθωσαν εὐθεῖαι αἱ <lb n="15"/> ΑΓ, ΓΒ. ὑπὸ τῆς ΑΓΒ
                                ἄρα τὸ ΑΒ βλέπεται. κείσθω δὴ τὸ ὄμμα ἐπὶ τῆς τοῦ κύκλου περιφερείας
                                καὶ ἔστω τὸ Ε, καὶ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΕΑ, <lb n="20"/> ΕΒ.
                                ἐπεὶ οὖν ἡ ὑπὸ ΑΓΒ γωνία τῆς ὑπὸ ΑΕΒ ἐστι διπλῆ, τὸ ΑΒ ἄρα ἀπὸ τοῦ Γ
                                διπλάσιον ὁρᾶται τοῦ ἀπὸ τοῦ Ε. ὁμοίως καὶ τέταρτον μέρος ὀφθήσεται,
                                ἐὰν ἡ γωνία τῆς γωνίας ᾖ τετραπλῆ, καὶ ἐν τῷ δοθέντι λόγῳ.</p></div><div type="textpart" subtype="chapter" n="50"><lb n="25"/><head>ν΄.</head><p>Τῶν ἴσῳ τάχει φερομένων καὶ ἐπὶ μιᾶς πρὸς ὀρθὰς αὐτοῖς οὔσης εὐθείας
                                τὰ ἐπὶ τὰ αὐτὰ μέρη πέρατα ἐχόντων προσιόντων μὲν πρὸς τὴν ἀγομένην
                                διὰ τοῦ <note type="footnote">2. Κ] seq. ras. 1 litt. V. διπλασίων
                                    Vat. 1 m. 3. ∠] in ras. V, om. Vat. Av. ΑΖ] ΑΒ Vat. Av. 4.
                                    ΑΚΖ]</note>
                                <pb n="108"/> ὄμματος παράλληλον τῇ εἰρημένῃ εὐθείᾳ τὸ πορρώτερον
                                τοῦ ὄμματος τοῦ ἐγγύτερον προηγεῖσθαι δόξει, παραλλαξάντων δὲ τὸ μὲν
                                προηγούμενον ἐπακολουθεῖν, τὸ δὲ ἐπακολουθοῦν προηγεῖσθαι.</p><lb n="5"/><p>φερέσθω γὰρ ἰσοταχῶς τὰ ΒΓ, ∠Ζ, ΚΑ ἐπὶ μιᾶς πρὸς ὀρθὰς αὐτοῖς
                                οὔσης εὐθείας τῆς ΓΑ τὰ ἐπὶ τὰ αὐτὰ μέρη πέρατα ἔχοντα τὰ Γ, Ζ, Α,
                                καὶ ἀπὸ τοῦ Μ ὄμματος παράλληλος ἤχθω τῇ ΓΑ ἡ ΜΛ, καὶ ἐπεζεύχθωσαν
                                αἱ ΜΓ, ΜΖ, ΜΑ. οὐκοῦν προηγούμενον <lb n="10"/> μὲν δοκεῖ τὸ ΒΓ,
                                ἐπακολουθοῦν δὲ τὸ ΚΑ διὰ τὸ καὶ τῶν ἀπὸ τοῦ ὄμματος προσπιπτουσῶν
                                ἀκτίνων τὴν ΜΓ ἐπὶ τὸ Γ παρῆχθαι δοκεῖν μᾶλλον τῶν ἄλλων ἀκτίνων. τὸ
                                ἄρα ΜΓ προηγεῖσθαι δόξει προσιόντων, ὡς εἴρηται. παραλλαξάντων δὲ
                                τῶν ΒΓ, ∠Ζ, ΚΑ καὶ ὡς τῶν <lb n="15"/> ΝΞ, ΠΡ, ΣΤ γενομένων
                                προσπιπτέτωσαν ἀκτῖνες αἱ ΜΝ, ΜΠ, ΜΣ. οὐκοῦν τὸ ΝΞ παρῆχθαι δοκεῖ
                                ἐπὶ τὸ Ν διὰ τὸ καὶ τὴν ΜΝ ἀκτῖνα παρῆχθαι ἐπὶ τὸ Ν μᾶλλον τῶν ἄλλων
                                ἀκτίνων· τὸ ἄρα ΣΤ ἐπὶ τὸ Τ παρῆκται διὰ τὸ καὶ τὴν ΜΣ παρῆχθαι ὡς
                                ἐπὶ τὸ Τ <lb n="20"/> μᾶλλον τῶν ἄλλων ἀκτίνων. τὸ μὲν ἄρα ΒΓ
                                προηγούμενον <note type="footnote">1. πορρώτερον] προρρώτερον A. 3.
                                    ἐπακολουθῇ v. 5. φε-] seq. ras. 1 litt. v. ∠Ζ] corr. ex
                                    ∠Γ m. 2 Vat. ΚΑ] supra scr. V. ἐπὶ μιᾶς — 7. Γ, Ζ, Α ] mg.
                                    m. 2 V, mg. m. 1 Vat. 1, om. m. 6. ὀρθάς] ὀρθῆς Vat. Av. αὐτοῖς]
                                    αὐτῆς Vat. Av. τά (pr.)] τούς v. 7. ἔχοντα] ἐχόντων V V Vat.
                                    Vat.  1 Av. <lb n="8"/> παράλληλος — ΜΛ ] postea add. V. καί ]
                                    in ras. V. ἐπεζεύχθωσαν] ἐπεζεύχθω in ras. V, Vat, corr. m. 2.
                                    9. αἱ ] ἡ V Vat. A v. 10. δοκεῖ — 11. ὄμματος ] postea ins litt.
                                    minor. V 11. ὄμματος] seq. τοῦ δὲ ὄμματος ἀκτίνων προσπιπτουσῶν
                                    τῶν φερομένων ἡ M τὸ ἄρα παραλλαξάντων τῶν ΒΓ. ∠ Ζ, ΚΑ,
                                    sed del, deinde lacuna V. Post ὄμματος del. γενομένων Vat. 1; in
                                    post lac. est γενομένων. προσ- πιπτουσῶν — 15. γενομένων] mg.
                                    12. δοκεῖ v. τῶν ἄλλων] om v. 13. προκεῖσθαι Vat. 1m. 14. τῶν
                                    (alt.)] corr.</note>
                                <pb n="110"/> ἐπὶ τοῦ ΝΞ γενόμενον δόξει ἐπακολουθεῖν τὸ δὲ ΑΚ
                                ἐπακολουθοῦν ἐπὶ τοῦ ΣΤ γενόμενον δόξε προηγεῖσθαι.</p></div></div></body></text></TEI>